호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
συνῄει δὲ τὸ πλῆθοσ εἰσ τὸ πρὸ τῆσ πόλεωσ Ἄρειον πεδίον ὑπό τε λοχαγοῖσ καὶ σημείοισ τεταγμένον ὥσπερ ἐν πολέμῳ, ἐπέφερον δὲ τὴν ψῆφον οὐχ ἅπαντεσ ἀναλαβόντεσ, ἀλλὰ κατὰ τοὺσ ἰδίουσ ἕκαστοι λόχουσ, ὁπότε κληθεῖεν ὑπὸ τῶν ὑπάτων. ὄντων δὲ τῶν συμπάντων τριῶν καὶ ἐνενήκοντα καὶ ἑκατὸν λόχων καὶ τούτων εἰσ ἓξ διῃρημένων συμμορίασ πρώτη μὲν ἐκαλεῖτο συμμορία καὶ τὴν ψῆφον ἐπέφερεν ἡ τῶν ἐχόντων τὸ μέγιστον τίμημα τῆσ οὐσίασ καὶ τὴν πρώτην λαμβανόντων τάξιν ἐν πολέμοισ· ἐν οἷσ ἦσαν ἱππέων μὲν ὀκτωκαίδεκα λόχοι, πεζῶν δ’ ὀγδοήκοντα.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기