호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτα καὶ τὰ παραπλήσια τούτοις εἰπὼν ἐπαύσατο.? τῶν δὲ βουλευτῶν οἱ μετ αὐτὸν ἀνιστάμενοι πλὴν ὀλίγων οἱ λοιποὶ ταύτῃ προσέθεντο τῇ γνώμῃ. καὶ ἐπειδὴ τὸ προβούλευμα ἔδει γράφεσθαι, λόγον αἰτησάμενος ὁ Μάρκιος εἶπεν: πρὸς ὑμᾶς εὔνοιαν εἰς τοῦτον τὸν κίνδυνον ἐλήλυθα, καὶ ὅτι παρὰ γνώμην ἀπήντηταί μοι τὰ παρ ὑμῶν, ἅπαντες ἴστε καὶ ἔτι μᾶλλον εἴσεσθε, ὅταν τὰ κατ ἐμὲ σχῇ τέλος.
ἐπεὶ δ ἡ Οὐαλερίου γνώμη νικᾷ, συνενέγκειε μὲν ταῦτα ὑμῖν, καὶ γενοίμην ἐγὼ κακὸς εἰκαστὴς τῶν ἐσομένων.
ἵνα δὲ καὶ ὑμεῖς οἱ τὸ προβούλευμα γράφοντες εἰδῆτε ἐφ οἷς παραδιδόναι με τῷ δήμῳ μέλλετε, κἀγὼ μὴ ἀγνοῶ, περὶ τίνος ἀγωνιοῦμαι, κελεύσατε δὴ τοὺς δημάρχους εἰπεῖν ἐναντίον ὑμῶν, τί τὸ ἀδίκημά ἐστιν, ἐφ οὗ μέλλουσί μου κατηγορεῖν, καὶ ποταπὸν ὄνομα ἐπιγράψουσι τῇ δίκῃ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기