호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐὰν οὖν κοινωνήσητε καὶ τῷ δήμῳ τῶν πολιτευμάτων, οὐθὲν ὑμῖν ἐνθάδε φύσεται κακόν, ἀλλ ὁ πλέον ἔχειν τῶν ἄλλων ἀξιῶν καὶ τῆς βουλῆς προσεταιρισάμενος τὸν βουλόμενον συννοσεῖν καὶ συναδικεῖν:? πάντα γὰρ τὰ εἰκότα χρὴ περὶ πόλεως βουλευομένους προνοεῖν: κληθεὶς ὑπὸ τῶν δημάρχων εἰς τὸ πλῆθος ὁ μέγας ἐκεῖνος καὶ σεμνὸς ἀποδώσει τῷ δήμῳ τῷ φαύλῳ καὶ ταπεινῷ λόγον ὧν πράττει τε καὶ διανοεῖται, κἂν ἀδικῶν φαίνηται δίκης, ἧς ἂν ἄξιος ᾖ, τεύξεται. αὐτὸν δὲ τὸν δῆμον, ἵνα μὴ τρυφᾷ τηλικαύτης ἔξουσίας γενόμενος κύριος, μηδ ὑπὸ τῶν κακίστων ἐκδημαγωγούμενος τοῖς κρατίστοις πολεμῇ:
καὶ γὰρ ἐν ὄχλῳ φιλεῖ γίνεσθαι τυραννίς:
φυλάξει τε καὶ οὐδὲν ἐάσει παρανομεῖν ὁ διαφέρων φρονήσει ἀνὴρ δικτάτωρ ὑφ ὑμῶν αἱρεθείς, ὃς αὐτοκράτορι καὶ ἀνυπευθύνῳ χρώμενος ἐξουσίᾳ τό τε νοσοῦν ἐξελεῖ τῆς πόλεως μέρος, καὶ τὸ μήπω διεφθαρμένον οὐκ ἐάσει κακωθῆναι, ἔθη τε καὶ νόμιμα καὶ ζηλώματα βίων τὰ κράτιστα μεθαρμοσάμενος ἀρχάς τ ἀποδείξας ἃς ἂν ἡγῆται σωφρονέστατα τῶν κοινῶν ἐπιτροπεύσειν: καὶ ταῦτ ἐντὸς ἓξ μηνῶν διοικησάμενος ἰδιώτης αὖθις ἔσται τὸ τιμᾶσθαι μόνον ἐκ τούτων λαβών, ἄλλο δ οὐθέν. ταῦτ οὖν ἐνθυμηθέντες καὶ τὸ σχῆμα τῆς πολιτείας τοῦθ ἡγησάμενοι κράτιστον εἶναι μηθενὸς ἀπελαύνετε τὸν δῆμον, ἀλλ ὥσπερ ἀρχὰς ἀποδεικνύναι τὰς καθ ἕκαστον ἐνιαυτὸν ἡγησομένας τῆς πόλεως, καὶ νόμους τοὺς μὲν ἐπικυροῦν, τοὺς δ ἀναιρεῖν, καὶ περὶ πολέμου καὶ εἰρήνης διαγιγνώσκειν, ἃ μέγιστα καὶ κυριώτατά ἐστι τῶν ἐν τῇ πόλει διαπραττομένων, μεταδεδώκατε αὐτῷ καὶ οὐθενὸς τούτων αὐτοκράτορα πεποιήκατε τὴν βουλήν:
οὕτως καὶ τῶν δικαστηρίων μεταδίδοτε, καὶ μάλισθ ὑπὲρ ὧν ἄν τις αἰτίαν ἔχῃ τὴν πόλιν ἀδικεῖν στάσιν εἰσάγων ἢ τυραννίδα κατασκευαζόμενος ἢ περὶ προδοσίας τοῖς πολεμίοις διαλεγόμενος ἢ τοιοῦτό τι ἄλλο κακὸν ἐπιχειρῶν πράττειν.
ὅσῳ γὰρ ἂν φοβερώτερον κατασκευάσητε τὸ παραβαίνειν τοὺς νόμους καὶ τὰ ἔθη κινεῖν τοῖς ὑβρισταῖς καὶ πλεονέκταις, πολλοὺς ὀφθαλμοὺς καὶ φύλακας αὐτῶν ἀποδείξαντες, τοσούτῳ κρεῖττον ὑμῖν ἕξει τὰ κοινά.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기