호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πρῶτον μὲν οὖν θαυμάσαι ἔχω Δέκιον τῆσ εἰρωνείασ· οὐ γὰρ ἠλιθιότητόσ γε· εἰ κρεῖττον οἰέται τὰ συμφέροντα τῷ κοινῷ φρονεῖν ἑαυτόν, ὃσ ἄρτι παρελήλυθεν εἰσ πολιτικὰσ πράξεισ, ἡμῶν τῶν καταγεγηρακότων ἐν αὐταῖσ καὶ μεγάλην ἐκ μικρᾶσ πεποιηκότων τὴν πόλιν. ἔπειτ’ εἰ πείσειν ὑπέλαβεν ὑμᾶσ, ὡσ χρὴ παραδοῦναί τινα ἔκδοτον ἐπὶ τιμωρίᾳ τοῖσ ἐχθροῖσ καὶ ταῦτα πολίτην ὑμέτερον καὶ οὐχὶ τῶν ἀφανῶν τινα ἢ φαύλων, ἀλλ’ ὃν αὐτοὶ καὶ τὰ πολέμια λαμπρότατον ἡγεῖσθε εἶναι καὶ τὸν βίον σωφρονέστατον τά τε πολιτικὰ πράττειν οὐθενὸσ χείρονα.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기