호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐῶ τἆλλα, ἀλλ ὑπὲρ αὐτοῦ σοῦ καὶ τῆς σῆς θεοβλαβείας τίνας οὐκ ἐποιήσαντο δεήσεις ἁπάντων κοινῇ τε καὶ καθ ἕκαστον τῶν δημοτικῶν παραιτούμενοί σε τῆς τιμωρίας·? ἔπειτα τοῖς μὲν ὑπάτοις καὶ τῇ βουλῇ τοσαύτην πόλιν ἐπιτροπευούσῃ καλῶς εἶχεν, ὦ Μάρκιε, δικαστὴν τὸν δῆμον ὑπὲρ ὧν ἐνεκαλοῦντο ὑπομένειν, σοὶ δ ἆρ οὐχὶ καλῶς ἔχει·
καὶ δεῖσθαί γε τῶν δημοτῶν ὑπὲρ ἀφέσεως τῆς σῆς οὗτοι μὲν ἅπαντες οὐδὲν αἰσχρὸν εἶναι νομίζουσι, σὺ δὲ δι αἰσχύνης λαμβάνεις τὸ αὐτὸ τοῦτο·
καὶ οὐκ ἀπόχρη σοι ταῦτ, ὦ γενναῖε, ἀλλ ὥσπερ τι καλὸν ἐξειργασμένος ὑψαυχενῶν καὶ μεγαληγορῶν περιέρχῃ καὶ μηδὲν ὑφεῖναι τοῦ φρονήματος ἀπομαχόμενος: ἐῶ γάρ, ὅτι καὶ λοιδορούμενος τῷ δήμῳ καὶ προσεγκαλῶν καὶ ἀπειλῶν. ἔπειτ οὐ νεμεσᾶτε αὐτῷ τῆς ὑπερηφανίας, ὦ πατέρες, εἰ τηλικούτων αὑτὸν ἀξιοῖ μόνος, ἡλίκων οὐδ ἅπαντες ὑμεῖς ἑαυτούς·
δὲ χάριν ἰδίαν ἐπὶ κοινῇ βλάβῃ, ἀλλ ὑπομένειν ἀπολογούμενον καὶ δίκην ὑπέχοντα εἰ δέοι καὶ πάντα πάσχοντα.
ταῦτα γὰρ ἦν ἔργα ἀγαθοῦ πολίτου καὶ τὸ καλὸν ἔργοις ἀσκοῦντος, οὐ λόγοις.
ἃ δὲ νῦν οὗτος βιάζεται, τίνος ἐστὶ σημεῖα βίου· ποίων μηνύματα προαιρέσεων, ὁρ´κους παραβαίνειν, δεξιὰς παρασπονδεῖν, ὁμολογίας ἀναιρεῖν, δήμῳ πολεμεῖν, εἰς ἀρχόντων σώματα ὑβρίζειν, καὶ μηδ ἐφ ἑνὶ τούτων τὸ σῶμα ὑπεύθυνον ποιεῖν, ἀλλ ἄκριτον ἀναπολόγητον μηδενὸς δεηθέντα μηθένα φοβηθέντα μηθενὶ τῶν τοσούτων πολιτῶν ἴσον γενόμενον ἀδεῶς περινοστεῖν· ἆρ οὐ τυραννικοῦ τρόπου σημεῖα ταῦτ ἐστίν· ἔμοιγε δοκεῖ.
καὶ τοῦτον ὅμως εἰσί τινες οἱ παραψύχοντες καὶ παρακροτοῦντες ἐξ ὑμῶν αὐτῶν, οἷς ἐντέτηκε τὸ πρὸς τοὺς δημοτικοὺς μῖσος ἀδιάλλακτον, καὶ οὐ δύνανται συνιδεῖν, ὅτι οὐθὲν μᾶλλον κατὰ τοῦ ταπεινοτέρου μέρους τῶν ἐν τῇ πόλει φύεται τουτὶ τὸ κακὸν ὡς καὶ κατὰ τοῦ σεμνοτέρου: ἀλλ οἰόνται τοῦ διαφόρου φύσει καταδουλωθέντος καὶ δὴ τὸ καθ ἑαυτοὺς ἕξειν ἀσφαλῶς.
οὐχ οὕτως ἔχει τἀληθές, ὦ γνώμης ἁμαρτάνοντες τῆς ἀρίστης:
διδάσκαλον δὲ τὴν πεῖραν ἣν ὁ Μάρκιος παρέχεται καὶ τὸν χρόνον λαβόντες, ὀθνείοις θ ἅμα καὶ οἰκείοις σωφρονισθέντες παραδείγμασι γνοίητ ἄν, ὅτι μοσχευομένη κατὰ τοὺ δήμου τυραννὶς καθ ὅλης τῆς πόλεως μοσχεύεται, καὶ νῦν μὲν ἀφ ἡμῶν ἄρχεται, κρατήσασα δ οὐδ ὑμῶν φείσεται.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기