호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πείθεται τούτοισ ὁ Σικίννιοσ μηδὲν ὁρῶν βούλευμα κρεῖττον καὶ παρελθὼν ἔφη· τὴν μὲν σπουδὴν ὁρᾶτε τῶν πατρικίων τὴν εἰσ τὰ φονικὰ καὶ βίαια ἔργα, ὦ δημόται, ὡσ ἑνὸσ ἀνδρὸσ αὐθάδουσ ὅλην ἀδικοῦντοσ τὴν πόλιν ἧττον τίθενται τὸ πλῆθοσ τὸ ὑμέτερον. οὐ μὴν ὁμοίουσ γ’ αὐτοῖσ γίνεσθαι χρὴ καὶ ἐπὶ κεφαλὴν ὠθεῖσθαι οὔτ’ ἄρχοντασ πολέμου οὔτ’ ἀμυνομένουσ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기