- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, Books VII-IX, book 7, chapter 31

(디오니시오스, Antiquitates Romanae, Books VII-IX, book 7, chapter 31)

ἵνα δὲ μᾶλλον ὑμῖν γένηται φανερόν, ὅτι οὐθὲν οὔτε μέτριον οὔτε δίκαιον ἀξιοῦσιν οἱ δημαγωγοί, ἀλλὰ παρανόμων τε καὶ ἀδυνάτων ἐφίενται μετενέγκαντες τὸ πρᾶγμα ἐφ ἑαυτούς, οὕτω σκοπεῖτε καὶ ὑπολάβετε τοὺς μετέχοντας τοῦ συνεδρίου τοῖς ἐν ὑμῖν πολιτευομένοις ἐγκαλεῖν, ὅτι πονηροὺς κατὰ τῆς βουλῆς διατίθενται λόγους ἐν ὑμῖν καὶ καταλύουσι τὴν πάτριον ἀριστοκρατίαν, καὶ διαστασιάζουσι τὴν πόλιν, ἅπαντα ταῦτα λέγοντας ἀληθῆ:? ποιοῦσι γὰρ ταῦτα:

καὶ τὸ πάντων χαλεπώτατον, ὅτι δυναστείαν περιβάλλονται μείζονα τῆς συγκεχωρημένης αὐτοῖς ἄκριτον ἀποκτείνειν ἐπιχειροῦντες ὃν ἂν ἐθέλωσιν ἐξ ἡμῶν, καὶ ὅτι δεῖ τοὺς ταῦτα ποιοῦντας τεθνάναι νηποινί. πῶς ἂν ὑμεῖς ἐνέγκαιτε τὴν αὐθάδειαν τοῦ συνεδρίου· καὶ τί ἂν εἴποιτε·

ἆρ οὐκ ἂν ἀγανακτήσαιτε καὶ δεινὰ φαίητε πάσχειν, εἰ τὴν παρρησίαν ἀφαιρήσεταί τις ὑμᾶς καὶ τὴν ἐλευθερίαν, τὸν ὑπὲρ τῶν ἐσχάτων κίνδυνον ἐπιθεὶς τοῖς ἐλευθέραν φωνὴν ὑπὲρ τοῦ δήμου φθεγξαμένοις· οὐκ ἔνεστ ἄλλως εἰπεῖν.

ἔπειθ ἃ παθεῖν οὐκ ἂν ὑπομείναιτε αὐτοί, ταῦθ ἑτέρους πάσχοντας ἀνέχεσθαι δικαιοῦτε· πολιτικά γ, ὦ δημόται, καὶ μέτρια ὑμῶν τὰ βουλεύματα. τοιαῦτ ἀξιοῦντες οὐκ αὐτοὶ βεβαιοῦτε τὰς καθ ἑαυτῶν διαβολὰς ἀληθεῖς εἶναι, καὶ τοὺς συμβουλεύοντας τὴν παράνομον ὑμῶν δυναστείαν μὴ περιορᾶν αὐξομένην, τὰ δίκαια τῷ κοινῷ φρονοῦντας ἀποδείκνυτε· ἐμοὶ μὲν γὰρ δοκεῖ.

ἀλλ εἴ γε τἀναντία βούλεσθε ὧν διαβέβλησθε ποιεῖν, ἐμοὶ συμβούλῳ χρησάμενοι μετριάσατε καὶ τοὺς λόγους, ἐφ οἷς ἄχθεσθε, πολιτικῶς καὶ μὴ δυσοργήτως ἐνέγκατε. περιέσται γὰρ ὑμῖν μέν, εἰ τοῦτο ποιήσετε, ἀγαθοῖς εἶναι δοκεῖν, τοῖς δ ἀπεχθῶς διακειμένοις πρὸς ὑμᾶς μετανοεῖν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION