호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἃ μὲν γὰρ ἐπὶ τῇ νεωστὶ βουλῇ διαβεβλήμεθ’ ὑπ’ αὐτῶν ὡσ οὐκ ἀξιοῦντεσ μετριάσαι περὶ τὰσ τιμὰσ τῆσ ἀγορᾶσ, ὡσ ἐπιβουλεύοντεσ ἀφελέσθαι τὴν ἐξουσίαν τῶν δημάρχων, ὡσ μνησικακοῦντεσ ὑμῖν τῆσ ἀποστάσεωσ καὶ παντὶ τρόπῳ προθυμούμενοι κακῶσαι τὸ δημοτικόν, καὶ πάντα τὰ τοιαῦτ’ ἐγκλήματα ἔργοισ ἀπολυσόμεθ’ οὐκ εἰσ μακρὰν οὔτε κακὸν οὐθὲν ὑμᾶσ ἐργασάμενοι τήν τ’ ἐξουσίαν τῶν δημάρχων, ἐφ’ οἷσ τότε συνεχωρήσαμεν ὑμῖν ἔχειν, καὶ νῦν βεβαιοῦντεσ, τοῦ δὲ σίτου τὴν διάπρασιν ὡσ ἂν ὑμῖν ἅπασι δόξῃ ποιησάμενοι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기