호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὡσ δὲ συνεῖδον αὐτὸν οἱ δήμαρχοι, προσέταξαν τοῖσ ἀγορανόμοισ ἐπιλαβέσθαι τοῦ σώματοσ καί, εἰ μὴ ἑκὼν βούλεται ἀκολουθεῖν, βίᾳ ἄγειν· εἶχον δὲ τότε τὴν ἀγορανομικὴν ἐξουσίαν Τῖτοσ Ιοὔνιοσ Βροῦτοσ καὶ Γάιοσ Οὐισέλλιοσ Ῥοῦγασ. οἱ μὲν δὴ προσῄεσαν ὡσ ἐπιληψόμενοι τοῦ ἀνδρόσ, οἱ δὲ πατρίκιοι δεινὸν ἡγησάμενοι τοὖργον ὑπὸ τῶν δημάρχων πρὸ δίκησ ἄγεσθαί τινα σφῶν βίᾳ προὔστησαν τοῦ Μαρκίου καὶ τύπτοντεσ τοὺσ ὁμόσε χωροῦντασ ἀπήλασαν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기