- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, Books VII-IX, book 7, chapter 9

(디오니시오스, Antiquitates Romanae, Books VII-IX, book 7, chapter 9)

γενεὰν δὲ τῶν πεφονευμένων τὴν ἄρρενα κατ ἀρχὰς ἐν οὐθενὶ λόγῳ ποιησάμενος, ὕστερον εἴτ ἐκ θεοπροπίου τινὸς εἴτε καὶ κατὰ τὸν εἰκότα λογισμὸν οὐ μικρὸν αὐτῷ δέος ὑποτρέφεσθαι νομίσας ἐπεχείρησε μὲν ἐν ἡμέρᾳ μιᾷ πᾶσαν ἀπολέσαι:? δεήσει δὲ πολλῇ χρησαμένων ἁπάντων, παρ οἷς ἔτυχον αἵ τε μητέρες αὐτῶν οὖσαι καὶ οἱ παῖδες τρεφόμενοι, χαρίσασθαι βουλόμενος αὐτοῖς καὶ ταύτην τὴν δωρεὰν θανάτου μὲν ἀπολύει παρὰ γνώμην, φυλακὴν δὲ ποιούμενος αὐτῶν, μή τι συστάντες μετ ἀλλήλων βουλεύσωσι κατὰ τῆς τυραννίδος, ἀπιέναι πάντας ἐκέλευσεν ἐκ τῆς πόλεως ἄλλον ἄλλῃ καὶ δίαιταν ἔχειν ἐν τοῖς ἀγροῖς μηθενὸς τῶν προσηκόντων ἐλευθέροις παισὶ μήτ ἐπιτηδεύματος μήτε μαθήματος μεταλαμβάνοντας, ἀλλὰ ποιμαίνοντάς τε καὶ τἆλλα τὰ κατὰ τοὺς ἀγροὺς ἔργα πράττοντας, θάνατον ἀπειλήσας, εἴ τις ἐξ αὐτῶν εὑρεθείη παρελθὼν εἰς τὴν πόλιν.

οἱ δὲ καταλιπόντες τὰς πατρῴας ἑστίας ἐν τοῖς ἀγροῖς ὥσπερ δοῦλοι διετρέφοντο τοῖς ἀποκτείνασι τοὺς πατέρας αὐτῶν λατρεύοντες.

ταῖς ἀγωγαῖς τὴν ἐπιτρεφομένην νεότητα τῆς πόλεως ἐπεβάλετο ἀνελὼν μὲν τὰ γυμνάσια καὶ τὰς ἐνοπλίους μελἔτας, ἀλλάξας δὲ τὴν δίαιταν, ᾗ πρότερον οἱ παῖδες ἐχρῶντο.

κομᾶν τε γὰρ τοὺς ἄρρενας ὥσπερ τὰς παρθένους ἐκέλευσεν ἐξανθιζομένους καὶ βοστρυχιζομένους καὶ κεκρυφάλοις τὰς πλοκαμίδας ἀναδοῦντας ἐνδύεσθαί τε ποικίλους καὶ ποδήρεις χιτωνίσκους, καὶ χλανιδίοις ἀμπέχεσθαι λεπτοῖς καὶ μαλακοῖς, καὶ δίαιταν ἔχειν ὑπὸ σκιαῖς:

καὶ μύρων ἀλαβάστρους καὶ κάτοπτρα.

τοιαύτῃ διαφθείρων ἀγωγῇ τοὺς παῖδας, ἑώς ἐκπληρώσωσιν εἰκοστὸν ἔτος, τὸν ἀπὸ τοῦδε χρόνον εἰς ἄνδρας εἰά τελεῖν.

πολλὰ δὲ καὶ ἄλλα Κυμαίοις ἐνυβρίσας καὶ λωβησάμενος καὶ οὔτ ἀσελγείας οὔτ ὠμότητος οὐδεμιᾶς ἀποσχόμενος, ὅτ ἀσφαλῶς κατέχειν ὑπελάμβανε τὴν τυραννίδα, γηραιὸς ὢν ἤδη δίκας ἔτισεν οὐ μεμπτὰς θεοῖς τε καὶ ἀνθρώποις πρόρριζος ἀπολόμενος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION