- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, book 2, chapter 20

(디오니시오스, Antiquitates Romanae, book 2, chapter 20)

ψυχῆς καὶ δείματα καὶ δόξας καθαιροῦντες οὐχ ὑγιεῖς, οἱ δ ἄλλης τινὸς ἕνεκα συμπλασθέντες ὠφελείας.? ἀλλὰ καίπερ ἐπιστάμενος ταῦτα οὐδενὸς χεῖρον ὅμως εὐλαβῶς διάκειμαι πρὸς αὐτοὺς καὶ τὴν Ῥωμαίων μᾶλλον ἀποδέχομαι θεολογίαν, ἐνθυμούμενος ὅτι τὰ μὲν ἐκ τῶν Ἑλληνικῶν μύθων ἀγαθὰ μικρά τε ἐστὶ καὶ οὐ πολλοὺς δυνάμενα ὠφελεῖν, ἀλλὰ μόνους τοὺς ἐξητακότας ὧν ἕνεκα γίνεται, σπάνιοι δ εἰσὶν οἱ μετειληφότες ταύτης τῆς φιλοσοφίας.

ὁ δὲ πολὺς καὶ ἀφιλοσόφητος ὄχλος ἐπὶ τὰ χείρω λαμβάνειν φιλεῖ τοὺς περὶ αὐτῶν λόγους καὶ δυεῖν πάσχει θάτερον, ἢ καταφρονεῖ τῶν θεῶν ὡς ἐν πολλῇ κακοδαιμονίᾳ κυλινδουμένων, ἢ τῶν αἰσχίστων τε καὶ παρανομωτάτων οὐδενὸς ἀπέχεται θεοῖς αὐτὰ προσκείμενα ὁρῶν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION