- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, book 2, chapter 8

(디오니시오스, Antiquitates Romanae, book 2, chapter 8)

ἑτέρα δὲ αὐτῶν πάλιν τῶν ἀνδρῶν ἡ τὰ φιλάνθρωπα καὶ τὰς τιμὰς διανέμουσα κατὰ τὴν ἀξίαν, ἣν μέλλω διηγεῖσθαι.? τοὺς ἐπιφανεῖς κατὰ γένος καὶ δι ἀρετὴν ἐπαινουμένους καὶ χρήμασιν ὡς ἐν τοῖς τότε καιροῖς εὐπόρους, οἷς ἤδη παῖδες ἦσαν, διώριζεν ἀπὸ τῶν ἀσήμων καὶ ταπεινῶν καὶ ἀπόρων. ἐκάλει δὲ τοὺς μὲν ἐν τῇ καταδεεστέρᾳ τύχῃ πληβείους, ὡς δ ἂν Ἕλληνες εἴποιεν δημοτικούς:

τοὺς δ ἐν τῇ κρείττονι πατέρας εἴτε διὰ τὸ πρεσβεύειν ἡλικίᾳ τῶν ἄλλων, εἴθ ὅτι παῖδες αὐτοῖς ἦσαν, εἴτε διὰ τὴν ἐπιφάνειαν τοῦ γένους, εἴτε διὰ πάντα ταῦτα: ἐκ τῆς Ἀθηναίων πολιτείας, ὡς ἄν τις εἰκάσειε, τῆς κατ ἐκεῖνον τὸν χρόνον ἔτι διαμενούσης τὸ παράδειγμα λαβών. ἐκεῖνοι μὲν γὰρ εἰς δύο μέρη νείμαντες τὸ πλῆθος εὐπατρίδας μὲν ἐκάλουν τοὺς ἐκ τῶν ἐπιφανῶν οἴκων καὶ χρήμασι δυνατούς, οἷς ἡ τῆς πόλεως ἀνέκειτο προστασία, ἀγροίκους δὲ τοὺς ἄλλους πολίτας, οἳ τῶν κοινῶν οὐδενὸς ἦσαν κύριοι:

δὲ καὶ οὗτοι προσελήφθησαν ἐπὶ τὰς ἀρχάς.

πρᾶγμα καὶ διαβάλλοντες εἰς δυσγένειαν τὴν πόλιν οὐ διὰ ταῦτα πατρικίους ἐκείνους κληθῆναί φασιν, ἀλλ ὅτι πατέρας εἶχον ἀποδεῖξαι μόνοι, ὡς τῶν γε ἄλλων δραπετῶν ὄντων καὶ οὐκ ἐχόντων ὀνομάσαι πατέρας ἐλευθέρους.

τεκμήριον δὲ τούτου παρέχουσιν, ὅτι τοὺς μὲν πατρικίους, ὁπότε δόξειε τοῖς βασιλεῦσι συγκαλεῖν, οἱ κήρυκες ἐξ ὀνόματός τε καὶ πατρόθεν ἀνηγόρευον, τοὺς δὲ δημοτικοὺς ὑπηρέται τινὲς ἀθρόους κέρασι βοείοις ἐμβυκανῶντες ἐπὶ τὰς ἐκκλησίας συνῆγον.

ἔστι δὲ οὔτε ἡ τῶν κηρύκων ἀνάκλησις τῆς εὐγενείας τῶν πατρικίων τεκμήριον, οὔτε ἡ τῆς βυκάνης φωνὴ τῆς ἀγνωσίας τῶν δημοτικῶν σύμβολον, ἀλλ ἐκείνη μὲν τιμῆς, αὕτη δὲ τάχους. οὐ γὰρ οἱό῀ντε ἦν ἐν ὀλίγῳ χρόνῳ τὴν πληθὺν καλεῖν ἐξ ὀνόματος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION