- 텍스트

Diodorus Siculus, Library, book xvii, chapter 118

(디오도로스 시켈로스, Library, book xvii, chapter 118)

φασὶ γὰρ Ἀντίπατρον ἐπὶ τῆς Εὐρώπης στρατηγὸν ὑπ αὐτοῦ καταλειφθέντα διενεχθῆναι πρὸς Ὀλυμπιάδα τὴν μητέρα τοῦ βασιλέως καὶ τὸ μὲν πρῶτον καταφρονεῖν αὐτῆς διὰ τὸ μὴ προσδέχεσθαι τὸν Ἀλέξανδρον τὰς κατ αὐτοῦ διαβολάς, ὕστερον δ αἰεὶ τῆς ἔχθρας αὐξομένης, τοῦ βασιλέως διὰ τὸ πρὸς τὸ θεῖον εὐσεβὲς πάντα βουλομένου τῇ μητρὶ χαρίζεσθαι, πολλὰς ἐμφάσεις διδόναι τῆς πρὸς αὐτὸν ἀλλοτριότητος:? πρὸς δὲ τούτοις τῆς Παρμενίωνος καὶ Φιλώτου σφαγῆς φρίκην ἐμποιούσης τοῖς φίλοις διὰ τοῦ ἰδίου υἱοῦ τεταγμένου περὶ τὸν κύαθον δοῦναι πιεῖν θανάσιμον φάρμακον τῷ βασιλεῖ. μετὰ δὲ τὴν τελευτὴν πλεῖστον ἰσχύσαντος τῶν κατὰ τὴν Εὐρώπην καὶ μετὰ ταῦτα Κασάνδρου τοῦ υἱοῦ διαδεξαμένου τὴν βασιλείαν πολλοὺς συγγραφεῖς μὴ τολμᾶν γράψαι περὶ τῆς φαρμακείας.

φανερὸν δὲ γεγονέναι Κάσανδρον δι αὐτῶν τῶν πράξεων ἀλλοτριώτατα διακείμενον τοῖς Ἀλεξάνδρου πράγμασι: τήν τε γὰρ Ὀλυμπιάδα φονεύσαντα ἄταφον ῥῖψαι καὶ τὰς ὑπ ἐκείνου κατασκαφείσας Θήβας ἀνοικίσαι μετὰ πολλῆς σπουδῆς. μετὰ δὲ τὴν τοῦ βασιλέως τελευτὴν Σισύγγαμβρις ἡ Δαρείου μήτηρ, πολλὰ καταθρηνήσασα τήν τε Ἀλεξάνδρου τελευτὴν καὶ τὴν ἑαυτῆς ἐρημίαν, ἐπὶ τῆς ἐσχάτης τοῦ βίου γραμμῆς πρὸς τροφὴν ἐγκαρτερήσασα πεμπταία κατέστρεψε τὸν βίον, ἐπιλύπως μέν, οὐκ ἀκλεῶς δὲ προεμένη τὸ ζῆν.

ἡμεῖς δὲ ἐπὶ τὴν Ἀλεξάνδρου τελευτὴν παρόντες κατὰ τὴν ἐν ἀρχῇ τῆς βίβλου πρόθεσιν τὰς τῶν διαδεξαμένων πράξεις ἐν ταῖς ἑπομέναις βίβλοις πειρασόμεθα διεξιέναι.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION