호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοῦ δὲ εἰπόντοσ μηδὲν ἁπλῶσ γινώσκειν τοῖσ μάντεσι προσαναθέμενοσ περὶ τοῦ σημείου τοῦτον μὲν κατὰ τὴν ἐκείνων κρίσιν ἀπέκτεινεν, ὅπωσ τὰ σημαινόμενα δυσχερῆ εἰσ ἐκεῖνον τρέπηται, αὐτὸσ δὲ ἀναλαβὼν τὴν ἐσθῆτα καὶ θεοῖσ ἀποτροπαίοισ θύσασ ἐν ἀγωνίᾳ καθειστήκει καὶ τῆσ τῶν Χαλδαίων προρρήσεωσ ἐμνημόνευσε καὶ τοὺσ μὲν συμπείσαντασ φιλοσόφουσ παρελθεῖν εἰσ τὴν Βαβυλῶνα κατεμέμφετο, τὴν δὲ τέχνην τῶν Χαλδαίων καὶ τὴν τῶν ἀνδρῶν ἀγχίνοιαν ἐθαύμαζε, καθόλου δὲ τοὺσ ταῖσ εὑρησιλογίαισ κατασοφιζομένουσ τὴν δύναμιν τῆσ πεπρωμένησ ἐβλασφήμει.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기