호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μετὰ δὲ τὴν ἐκφορὰν εἰς ἀνέσεις καὶ πανηγυρικὸν βίον ἐκτραπέντος τοῦ βασιλέως, δοκοῦντος ἰσχύειν τότε πλεῖστον καὶ μάλιστ εὐδαιμονεῖν, ἡ πεπρωμένη συνῄρει τὸν ὑπὸ τῆς φύσεως αὐτῷ συγκεχωρημένον τοῦ ζῆν χρόνον.? εὐθὺ δὲ καὶ τὸ θεῖον ἐσήμαινε τὴν τελευτὴν αὐτοῦ, πολλῶν καὶ παραδόξων οἰωνῶν καὶ σημείων συντελουμένων. τοῦ γὰρ βασιλέως ἀλειφομένου καὶ τῆς βασιλικῆς ἐσθῆτος καὶ διαδήματος ἐπί τινος θρόνου τεθέντος τῶν ἐγχωρίων τις δεδεμένος ἐλύθη τὰς πέδας αὐτομάτως καὶ λαθὼν τοὺς φύλακας διῆλθε διὰ τῶν τῆς αὐλῆς θυρῶν ἀνεπικωλύτως.
προσελθὼν δὲ τῷ θρόνῳ καὶ τὴν βασιλικὴν ἐνδυσάμενος ἐσθῆτα καὶ τὸ διάδημα περιθέμενος ἐκάθισεν ἐπὶ τὸν θρόνον καὶ τὴν ἡσυχίαν ἦγε.
γνωσθείσης δὲ τῆς πράξεως ὁ βασιλεὺς καταπλαγεὶς τὸ παράδοξον προσῆλθε τῷ θρόνῳ καὶ χωρὶς καταπλήξεως ἡσυχῇ τὸν ἄνθρωπον ἀνέκρινε τίς ὢν καὶ τί βουλόμενος τοῦτο ἔπραξε. τοῦ δὲ εἰπόντος μηδὲν ἁπλῶς γινώσκειν τοῖς μάντεσι προσαναθέμενος περὶ τοῦ σημείου τοῦτον μὲν κατὰ τὴν ἐκείνων κρίσιν ἀπέκτεινεν, ὅπως τὰ σημαινόμενα δυσχερῆ εἰς ἐκεῖνον τρέπηται, αὐτὸς δὲ ἀναλαβὼν τὴν ἐσθῆτα καὶ θεοῖς ἀποτροπαίοις θύσας ἐν ἀγωνίᾳ καθειστήκει καὶ τῆς τῶν Χαλδαίων προρρήσεως ἐμνημόνευσε καὶ τοὺς μὲν συμπείσαντας φιλοσόφους παρελθεῖν εἰς τὴν Βαβυλῶνα κατεμέμφετο, τὴν δὲ τέχνην τῶν Χαλδαίων καὶ τὴν τῶν ἀνδρῶν ἀγχίνοιαν ἐθαύμαζε, καθόλου δὲ τοὺς ταῖς εὑρησιλογίαις κατασοφιζομένους τὴν δύναμιν τῆς πεπρωμένης ἐβλασφήμει.
μετ ὀλίγον δὲ ἄλλο σημεῖον αὐτῷ περὶ τῆς βασιλείας τὸ δαιμόνιον ἐπέστησε.
βουλομένου γὰρ αὐτοῦ θεάσασθαι τὴν περὶ τὴν Βαβυλῶνα λίμνην καὶ πλέοντος μετὰ τῶν φίλων ἔν τισιν ἀκάτοις ἐφ ἡμέρας μέν τινας ἀποσχισθείσης τῆς νεὼς ἀπὸ τῶν ἄλλων σκαφῶν ἐπλανήθη μόνος, ὥστε καὶ τὴν σωτηρίαν ἀπογνῶναι: ἔπειτα διά τινος αὐλῶνος στενοῦ καὶ συμπεπυκασμένου δένδρεσι διαπλέοντος καὶ τῶν μὲν ὑπερκειμένων, τοῦ δὲ διαδήματος ὑπὸ τούτων ἀρθέντος καὶ πάλιν εἰς τὴν λίμνην πεσόντος εἷς τῶν ἐρετῶν προσνηξάμενος καὶ βουλόμενος ἀσφαλῶς σῶσαι τὸ διάδημα προσέθετο τῇ κεφαλῇ καὶ προσενήξατο τῷ πλοίῳ.
τρεῖς δὲ ἡμέρας καὶ τὰς ἴσας νύκτας διαπλανηθεὶς διεσώθη καὶ τὸ διάδημα περιθέμενος ἀνελπίστως πάλιν τοῖς μάντεσι προσανέφερε περὶ τῶν προσημαινομένων.
τούτων δὲ παρακελευομένων θυσίας ἐπιτελεῖν τοῖς θεοῖς μεγαλοπρεπεῖς μετὰ πάσης σπουδῆς παρεκλήθη πρός τινα τῶν φίλων Μήδιον τὸν Θετταλὸν ἐπὶ κῶμον ἐλθεῖν:
κἀκεῖ πολὺν ἄκρατον ἐμφορηθεὶς ἐπὶ τελευτῆς Ἡρακλέους μέγα ποτήριον πληρώσας ἐξέπιεν. ἄφνω δὲ ὥσπερ ὑπό τινος πληγῆς ἰσχυρᾶς πεπληγμένος ἀνεστέναξε μέγα βοήσας καὶ ὑπὸ τῶν φίλων ἀπηλλάττετο χειραγωγούμενος.
τοῦ δὲ πάθους ἐπιτείνοντος καὶ τῶν ἰατρῶν συγκληθέντων βοηθῆσαι μὲν οὐδεὶς ἐδυνήθη, πολλοῖς δὲ πόνοις καὶ δειναῖς ἀλγηδόσι συσχεθείς, ἐπειδὴ τὸ ζῆν ἀπέγνω, περιελόμενος τὸν δακτύλιον ἔδωκε Περδίκκᾳ.
τῶν δὲ φίλων ἐπερωτώντων, τίνι τὴν βασιλείαν ἀπολείπεις·
εἶπεν, τῷ κρατίστῳ, καὶ προσεφθέγξατο, ταύτην τελευταίαν φωνὴν προέμενος, ὅτι μέγαν ἀγῶνα αὐτῷ ἐπιτάφιον συστήσονται πάντες οἱ πρωτεύοντες τῶν φίλων. οὗτος μὲν οὖν τὸν προειρημένον τρόπον ἐτελεύτησε βασιλεύσας ἔτη δώδεκα καὶ μῆνας ἑπτά, πράξεις δὲ μεγίστας κατεργασάμενος οὐ μόνον τῶν πρὸ αὐτοῦ βασιλευσάντων, ἀλλὰ καὶ τῶν ὕστερον ἐσομένων μέχρι τοῦ καθ ἡμᾶς βίου.
ἐπεὶ δέ τινες τῶν συγγραφέων περὶ τῆς τελευτῆς τοῦ βασιλέως τούτου διαπεφωνήκασιν, ἀποφαινόμενοι διὰ φαρμάκου θανασίμου γεγονέναι τὸν θάνατον, ἀναγκαῖον ἡγούμεθα δεῖν μὴ παραλιπεῖν αὐτῶν τοὺς λόγους.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기