호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ δὲ Ἀλέξανδροσ ἀπογραφὴν λαβὼν τῶν πρέσβεων διέταξε τοῖσ μὲν πρώτοισ διδόναι τὰσ ἀποκρίσεισ καὶ τοῖσ ἑξῆσ ἅπασι. καὶ πρώτοισ μὲν ἐχρημάτισε τοῖσ ὑπὲρ τῶν ἱερῶν παραγεγενημένοισ, δευτέροισ δὲ τοῖσ περὶ τῶν δωρεῶν ἥκουσιν, ἑξῆσ δὲ τοῖσ ἀμφισβητήσεισ ἔχουσι πρὸσ τοὺσ ὁμόρουσ, τετάρτοισ δὲ τοῖσ περὶ τῶν ἰδιωτικῶν ἥκουσι, πέμπτοισ δὲ τοῖσ ἀντιλέγουσι περὶ τῆσ καθόδου τῶν φυγάδων.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기