호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἅμα δὲ τούτοισ πραττομένοισ κατὰ τὴν Ἑλλάδα ταραχαὶ συνίσταντο καὶ πραγμάτων καινῶν κινήσεισ, ἐξ ὧν ὁ Λαμιακὸσ πόλεμοσ κληθεὶσ ἔλαβε τὴν ἀρχήν, ἐκ τοιαύτησ τινὸσ αἰτίασ. τοῦ βασιλέωσ προστάξαντοσ τοῖσ σατράπαισ ἅπασιν ἀπομίσθουσ ποιῆσαι τοὺσ μισθοφόρουσ καὶ τούτων τὸ πρόσταγμα συντελεσάντων πολλοὶ τῆσ στρατείασ ἀπολελυμένοι ξένοι διέτρεχον καθ’ ὅλην τὴν Ἀσίαν πλανώμενοι καὶ τὰσ ἀναγκαίασ τροφὰσ ἐκ τῶν προνομῶν ποριζόμενοι. μετὰ δὲ ταῦτα πανταχόθεν διῆραν ἐπὶ Ταίναρον τῆσ Λακωνικῆσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기