호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ δὲ βασιλεὺς περὶ τούτων διακούσας τοῖς μὲν ἡγουμένοις τοῦ στόλου παρήγγειλεν ἐπὶ τὸν Εὐφράτην καταπλεῦσαι, αὐτὸς δὲ μετὰ τῆς δυνάμεως πολλὴν χώραν διελθὼν συνῆψε τοῖς Σουσιανοῖς ὁρ´οις.? περὶ δὲ τοὺς καιροὺς τούτους Κάρανος ὁ Ἰνδός, ἐν φιλοσοφίᾳ μεγάλην ἔχων προκοπὴν καὶ τιμώμενος ὑπ Ἀλεξάνδρου, παράδοξον ἐποιήσατο τὴν τοῦ βίου καταστροφήν. βεβιωκὼς γὰρ ἔτη τρία πρὸς τοῖς ἑβδομήκοντα καὶ πάντα τὸν χρόνον ἀπείρατος γεγονὼς ἀρρωστίας ἔκρινεν ἑαυτὸν ἐκ τοῦ ζῆν μεταστῆσαι ὡς τὸ τέλειον τῆς εὐδαιμονίας παρά τε τῆς φύσεως καὶ τῆς τύχης ἀπειληφώς.
καταπειραθεὶς δ ὑπ ἀρρωστίας καὶ καθ ἡμέραν αἰεὶ μᾶλλον βαρυνόμενος ἠξίωσε τὸν βασιλέα πυρὰν αὐτῷ μεγάλην κατασκευάσαι καὶ προσαναβάντος ἐπὶ ταύτην αὐτοῦ προστάξαι τοῖς ὑπηρέταις πῦρ ἐνεῖναι.
ὁ δὲ Ἀλέξανδρος τὸ μὲν πρῶτον αὐτὸν ἀποτρέπειν ἐπειρᾶτο ταύτης τῆς ἐπιβολῆς, ὡς δ οὐχ ὑπήκουσεν, ὡμολόγησε συντελέσειν περὶ ὧν ἠξιωκὼς ἦν.
διαγγελθείσης δὲ τῆς πράξεως ἡ μὲν πυρὰ κατεσκευάσθη, τὸ δὲ πλῆθος κατήντησεν ἐπὶ τὴν παράδοξον θέαν. ὁ δὲ Κάρανος ἀκολουθήσας τοῖς ἰδίοις δόγμασι τεθαρρηκότως ἐπέστη τῇ πυρᾷ καὶ μετὰ ταύτης καταφλεχθεὶς ἐτελεύτησεν.
τῶν δὲ παρόντων οἱ μὲν μανίαν αὐτοῦ κατέγνωσαν, οἱ δὲ κενοδοξίαν ἐπὶ καρτερίᾳ, τινὲς δὲ τὴν εὐψυχίαν καὶ τὴν τοῦ θανάτου καταφρόνησιν ἐθαύμασαν. ὁ δὲ βασιλεὺς τοῦτον μὲν ἔθαψε πολυτελῶς, αὐτὸς δὲ παρελθὼν εἰς Σοῦσα τὴν μὲν πρεσβυτέραν τῶν Δαρείου θυγατέρων Στάτειραν ἔγημεν, τὴν δὲ νεωτέραν Ἡφαιστίωνι συνῴκισε Δρυπῆτιν.
ἔπεισε δὲ καὶ τοὺς ἐπιφανεστάτους τῶν φίλων γῆμαι καὶ συνῴκισεν αὐτοῖς τὰς εὐγενεστάτας παρθένους Περσίδας.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기