호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἱ δὲ καταπεπλευκότεσ ἀπήγγελλον ἀμπώτεισ τε καὶ πλήμασ παραδόξουσ γίνεσθαι κατὰ τὸν Ὠκεανὸν καὶ κατὰ μὲν τὰσ ἀμπώτεισ νήσουσ τε ὁρᾶσθαι πολλὰσ καὶ μεγάλασ ἐπ’ ἄκρασ τῆσ παραθαλαττίου χώρασ, κατὰ δὲ τὰσ πλήμασ ἅπαντασ τοὺσ προειρημένουσ τόπουσ κατακλύζεσθαι, πολλοῦ καὶ βιαίου ῥεύματοσ φερομένου πρὸσ τὴν χέρσον, τῆσ δ’ ἐπιφανείασ ἀφρῷ πολλῷ λευκαινομένησ. τὸ δὲ παραδοξότατον, κήτεσι πολλοῖσ καὶ τὸ μέγεθοσ ἀπίστοισ συγκεκυρηκέναι·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기