Diodorus Siculus, Library, book xvii, chapter 103 12:

(디오도로스 시켈로스, Library, book xvii, chapter 103 12:)

αὐτὸσ δὲ καταπλεύσασ εἰσ τὸν Ὠκεανὸν μετὰ τῶν φίλων καὶ δύο νήσουσ ἐνταῦθα κατιδὼν ἔθυσεν ἐν αὐταῖσ τοῖσ θεοῖσ μεγαλοπρεπῶσ καὶ πολλὰ μὲν ἐκπώματα καὶ μεγάλα χρυσᾶ κατεπόντισε ταῖσ σπονδαῖσ συναφιείσ, βωμοὺσ δὲ Τηθύοσ καὶ Ὠκεανοῦ κατασκευάσασ ὑπέλαβεν τετελευτηκέναι τὴν προκεχειρισμένην στρατείαν. ἀναζεύξασ δ’ ἐντεῦθεν εἰσ τοὐπίσω διὰ τοῦ ποταμοῦ παρέπλευσεν εἰσ Πάταλα, πόλιν ἐπίσημον.

SEARCH

MENU NAVIGATION