호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ δὲ βασιλεὺς ἐπαινέσας τοὺς ἄνδρας καὶ συγχωρήσας τὴν εἰρήνην δωρεαῖς τε μεγάλαις καὶ τιμαῖς ἡρωικαῖς ὑπὸ τῶν ἐγχωρίων ἐτιμήθη.? μετὰ δὲ ταῦτα τοὺς παρὰ τὸν ποταμὸν ἐξ ἀμφοτέρων τῶν μερῶν κατοικοῦντας, ὀνομαζομένους δὲ Σόδρας καὶ Μασσανούς, προσηγάγετο. περὶ δὲ τούτους τοὺς τόπους ἔκτισε πόλιν Ἀλεξάνδρειαν κατὰ τὸν ποταμόν, μυρίους καταλέξας οἰκήτορας.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기