- 텍스트

Diodorus Siculus, Library, book xvii, chapter 100

(디오도로스 시켈로스, Library, book xvii, chapter 100)

ὁ δὲ Ἀλέξανδρος διασωθεὶς ἐκ τοῦ τραύματος καὶ θύσας τοῖς θεοῖς σωτήρια μεγάλας ἑστιάσεις τῶν φίλων ἐποιεῖτο.? παρὰ δὲ τὸν πότον ἴδιόν τι συνέβη γενέσθαι καὶ μνήμης ἄξιον. ἐν γὰρ τοῖς ἑταίροις παραληφθείς τις Μακεδών, ὄνομα Κόραγος, ῥώμῃ σώματος διαφέρων καὶ πολλάκις ἐν ταῖς μάχαις ἠνδραγαθηκώς, παροξυνθεὶς ὑπὸ τῆς μέθης προεκαλέσατο μονομαχῆσαι Διώξιππον τὸν Ἀθηναῖον, ἀθλητὴν ἄνδρα καὶ ταῖς ἐπιφανεστάταις νίκαις ἐστεφανωμένον.

τῶν δὲ παρακεκλημένων ἐπὶ τὸν πότον, ὡς εἰκός, συνεπιλαβομένων τῆς φιλοτιμίας καὶ τοῦ μὲν Διωξίππου συγκαταθεμένου, τοῦ δὲ βασιλέως ἡμέραν τῆς μάχης τάξαντος, ὡς ὁ τῆς μονομαχίας χρόνος ἧκεν, πολλαὶ μυριάδες ἀνδρῶν συνήχθησαν ἐπὶ τὴν θέαν.

καὶ τῶν μὲν Μακεδόνων ὁμοεθνῶν ὄντων τῷ Κοράγῳ καὶ τοῦ βασιλέως συμφιλοτιμουμένου, τῶν δὲ Ἑλλήνων τῷ Διωξίππῳ συναγωνιώντων προῆλθεν εἰς τὸν ἀγῶνα ὁ μὲν Μακεδὼν πολυτελέσιν ὅπλοις κεκοσμημένος, ὁ δ Ἀθηναῖος γυμνὸς ὑπαληλιμμένος, ἔχων ῥόπαλον σύμμετρον.

ἀμφοτέρων δὲ τῇ τε τοῦ σώματος ῥώμῃ καὶ τῇ τῆς ἀλκῆς ὑπεροχῇ θαυμαζομένων οἱονεί τις θεομαχία μέλλουσα γίνεσθαι προσεδοκήθη:

ὁ μὲν γὰρ Μακεδὼν διά τε τὴν φύσιν τοῦ σώματος καὶ τὴν λαμπρότητα τῶν ὅπλων μεγάλην ἐπιφέρων κατάπληξιν Ἄρει παρεμφερὴς ὑπελαμβάνετο, ὁ δὲ Διώξιππος ὑπερέχων τε τῇ ῥώμῃ καὶ διὰ τὴν ἐκ τῆς ἀθλήσεως μελέτην, ἔτι δὲ διὰ τὴν περὶ τὸ ῥόπαλον ἰδιότητα τὴν πρόσοψιν Ἡρακλεωτικὴν εἶχεν. ὡς δ ἐπῆγον ἀλλήλοις, ὁ μὲν Μακεδὼν ἐκ συμμέτρου διαστήματος λόγχην ἠκόντισεν, ὁ δ ἕτερος βραχὺ παρεγκλίνας τὴν ἐπιφερομένην πληγὴν ἐξένευσεν.

εἶθ ὁ μὲν τὴν Μακεδονικὴν σάρισαν προβεβλημένος ἐπεπορεύετο, ὁ δ ἐγγίσαντος αὐτοῦ τῷ ῥοπάλῳ πατάξας τὴν σάρισαν ἀπέθραυσεν. ὁ δὲ δυσὶν ἐλαττώμασι περιπεσὼν ἐπὶ τὴν ἀπὸ τοῦ ξίφους μάχην κατήντησεν.

μέλλοντος δ αὐτοῦ σπᾶσθαι τὴν μάχαιραν ἔφθασε προπηδήσας καὶ τῇ μὲν εὐωνύμῳ κατέλαβε τὴν ἕλκουσαν τὸ ξίφος χεῖρα, τῇ δ ἄλλῃ κινήσας ἐκ τῆς βάσεως τὸν ἀντίπαλον ὑπέσυρε τὰ σκέλη. ῥιφέντος δ ἐπὶ γῆν ἐπιβὰς ἐπὶ τὸν τράχηλον τῷ ποδὶ καὶ τὸ ῥόπαλον ἀνατεινάμενος ἀνέβλεψεν πρὸς τοὺς θεωμένους.

ἀναβοήσαντος δὲ τοῦ πλήθους διά τε τὸ παράδοξον καὶ τὴν ὑπερβολὴν τῆς ἀνδραγαθίας ὁ μὲν βασιλεὺς προσέταξεν ἀφεῖναι καὶ τὴν θέαν διαλύσας ἀπηλλάγη, δυσφορῶν ἐπὶ τῇ τοῦ Μακεδόνος ἥττῃ.

ὁ δὲ Διώξιππος ἀφεὶς τὸν πεπτωκότα καὶ περιβόητον νίκην ἀπενεγκάμενος ἀπῄει ταινιούμενος ὑπὸ τῶν ὁμοφύλων, ὡς κοινὴν πᾶσι τοῖς Ἕλλησι παρεσχημένος εὐδοξίαν.

οὐ μὴν ἡ τύχη γε εἰάσεν ἐπὶ πολὺν χρόνον καυχήσασθαι τὸν ἄνδρα τῇ νίκῃ. ὅ τε γὰρ βασιλεὺς ἀλλοτριώτερον αἰεὶ διετέθη πρὸς αὐτόν, οἵ τε φίλοι τοῦ Ἀλεξάνδρου καὶ πάντες οἱ περὶ τὴν αὐλὴν Μακεδόνες, φθονοῦντες αὐτοῦ τῇ ἀρετῇ, ἔπεισαν μὲν τὸν ἐπὶ τῆς διακονίας τεταγμένον ὑποβαλεῖν ὑπὸ τὸ προσκεφάλαιον χρυσοῦν ποτήριον, αὐτοὶ δὲ κατὰ τὸν ἑξῆς πότον καταιτιασάμενοι κλοπὴν καὶ ποτήριον εὑρηκέναι προσποιηθέντες εἰς αἰσχύνην καὶ ἀδοξίαν ἤγαγον τὸν Διώξιππον.

ὁ δὲ θεωρῶν τὴν ἐπ αὐτὸν συνδρομὴν τῶν Μακεδόνων τότε μὲν ἐξῆλθεν ἐκ τοῦ πότου, μετ ὀλίγον δὲ ἐπὶ τὴν ἰδίαν κατάλυσιν παραγενόμενος καὶ γράψας πρὸς τὸν Ἀλέξανδρον ἐπιστολὴν περὶ τῶν καθ αὑτοῦ μεμηχανημένων ταύτην μὲν ἐνετείλατο τοῖς ἰδίοις δοῦναι τῷ βασιλεῖ, αὑτὸν δ ἐκ τοῦ ζῆν μετέστησεν, ἀβούλως μὲν εἰς τὴν μονομαχίαν συγκαταβάς, πολὺ δ ἀφρονεστέραν τὴν τοῦ βίου καταστροφὴν ποιησάμενος.

διὸ καὶ πολλοὶ τῶν καταμεμφομένων αὐτοῦ τὴν ἄνοιαν ἐπιπλήττοντες ἔφασαν χαλεπὸν εἶναι δύναμιν μὲν σώματος ἔχειν μεγάλην, νοῦν δὲ μικρόν.

ὁ δὲ βασιλεὺς ἀναγνοὺς τὴν ἐπιστολὴν χαλεπῶς μὲν ἤνεγκεν ἐπὶ τῇ τἀνδρὸς τελευτῇ καὶ πολλάκις ἐπεζήτησε τὴν ἀρετὴν αὐτοῦ καὶ παρόντι μὲν οὐ χρησάμενος, ἀπόντα δὲ ἐπιποθήσας ὅτε οὐδὲν ὄφελος ἔγνω τὴν καλοκἀγαθίαν τἀνδρὸς ἐκ τῆς τῶν διαβαλόντων κακίας.

ὁ δ οὖν Ἀλέξανδρος τὴν μὲν στρατιὰν προσέταξεν παρὰ τὸν ποταμὸν ἀντιπαράγειν ταῖς ναυσίν, αὐτὸς δὲ τὸν διὰ τοῦ ποταμοῦ κατὰ τὸν Ὠκεανὸν πλοῦν ποιούμενος κατῆρεν εἰς τὴν χώραν τῶν ὀνομαζομένων Σαμβαστῶν.

οὗτοι δὲ τῷ τε πλήθει τῶν ἀνδρῶν καὶ ταῖς ἀρεταῖς οὐδενὸς τῶν Ἰνδικῶν ἐθνῶν λείπονται:

οἰκοῦντες δὲ πόλεις δημοκρατουμένας καὶ τὴν ἔφοδον τῶν Μακεδόνων πυνθανόμενοι στρατιώτας ἤθροισαν πεζοὺς μὲν ἑξακισμυρίους, ἱππεῖς δὲ ἑξακισχιλίους, ἁρ´ματα δὲ πεντακόσια. τοῦ δὲ στόλου προσπλέοντος τῷ ξένῳ καὶ παραδόξῳ τῆς παρουσίας πτοηθέντες καὶ τὴν διαβεβοημένην δόξαν τῶν Μακεδόνων καταπλαγέντες, ἔτι δὲ τῶν πρεσβυτέρων συμβουλευσάντων μὴ διαγωνίζεσθαι πεντήκοντα τοὺς ἐπιφανεστάτους πρεσβευτὰς ἐξαπέστειλαν, ἀξιοῦντες φιλανθρώπως αὐτοῖς προσενεχθῆναι.

ὁ δὲ βασιλεὺς ἐπαινέσας τοὺς ἄνδρας καὶ συγχωρήσας τὴν εἰρήνην δωρεαῖς τε μεγάλαις καὶ τιμαῖς ἡρωικαῖς ὑπὸ τῶν ἐγχωρίων ἐτιμήθη.

μετὰ δὲ ταῦτα τοὺς παρὰ τὸν ποταμὸν ἐξ ἀμφοτέρων τῶν μερῶν κατοικοῦντας, ὀνομαζομένους δὲ Σόδρας καὶ Μασσανούς, προσηγάγετο. περὶ δὲ τούτους τοὺς τόπους ἔκτισε πόλιν Ἀλεξάνδρειαν κατὰ τὸν ποταμόν, μυρίους καταλέξας οἰκήτορας. μετὰ δὲ ταῦτα εἰς τὴν Μουσικάνου τοῦ βασιλέως χώραν καταντήσας τόν τε δυνάστην ὑποχείριον λαβὼν ἀπέκτεινε καὶ τὸ ἔθνος ὑποχείριον ἐποίησεν.

ἑξῆς δ εἰς τὴν Πορτικάνου δυναστείαν ἐμβαλὼν δύο μὲν ἐξ ἐφόδου πόλεις ἐξεπολιόρκησε καὶ τοῖς στρατιώταις ἐφεὶς διαρπάσαι τὰς οἰκίας ἐνέπρησεν, αὐτὸν δὲ τὸν Πορτικᾶνον εἰς χωρίον ὀχυρὸν καταφυγόντα χειρωσάμενος ἀπέκτεινε μαχόμενον. τὰς δὲ πόλεις ἁπάσας τὰς ὑπὸ τοῦτον τεταγμένας ἐκπολιορκήσας κατέσκαψε καὶ πολὺν φόβον τοῖς πλησιοχώροις ἐπέστησεν. ἑξῆς δὲ τήν τε Σάμβου βασιλείαν ἐξεπόρθησε καὶ τὰς πλείστας πόλεις ἐξανδραποδισάμενος καὶ κατασκάψας κατέκοψε τῶν βαρβάρων ὑπὲρ τὰς ὀκτὼ μυριάδας.

τὸ μὲν οὖν ἔθνος τῶν ὀνομαζομένων Βραχμάνων τοιαύταις περιέπεσε συμφοραῖς:

τῶν δὲ λοιπῶν μεθ ἱκετηριῶν δεηθέντων τοὺς αἰτιωτάτους κολάσας τοὺς λοιποὺς ἀπέλυσε τῶν ἐγκλημάτων. ὁ δὲ βασιλεὺς Σάμβος μετὰ τριάκοντα ἐλεφάντων φυγὼν εἰς τὴν πέραν τοῦ Ἰνδοῦ χώραν διέφυγε τὸν κίνδυνον.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION