- 텍스트

Diodorus Siculus, Library, book xvii, chapter 89

(디오도로스 시켈로스, Library, book xvii, chapter 89)

ἐν δὲ τῇ φυγῇ πολλοῦ φόνου γενομένου ὁ μὲν Ἀλέξανδρος ἐπιφανεῖ μάχῃ νικήσας ἀνεκαλέσατο τῇ σάλπιγγι τοὺς στρατιώτας.? ἔπεσον δὲ ἐν τῇ μάχῃ τῶν Ἰνδῶν πλείους τῶν μυρίων καὶ δισχιλίων, ἐν οἷς ὑπῆρχον καὶ δύο υἱοὶ τοῦ Πώρου καὶ οἱ στρατηγοὶ καὶ οἱ ἐπιφανέστατοι τῶν ἡγεμόνων. ζῶντες δὲ ἄνδρες ἑάλωσαν ὑπὲρ τοὺς ἐνακισχιλίους, ἐλέφαντες δὲ ὀγδοήκοντα.

αὐτὸς δὲ ὁ Πῶρος ἔμπνους ὢν παρεδόθη τοῖς Ἰνδοῖς πρὸς τὴν θεραπείαν. τῶν δὲ Μακεδόνων ἔπεσον μὲν ἱππεῖς διακόσιοι καὶ ὀγδοήκοντα, πεζοὶ δὲ πλείους τῶν ἑπτακοσίων.

ὁ δὲ βασιλεὺς τοὺς μὲν τετελευτηκότας ἔθαψε, τοὺς δὲ ἀνδραγαθήσαντας κατὰ τὴν ἀξίαν ἐτίμησεν, αὐτὸς δὲ Ἡλίῳ ἔθυσεν ὡς δεδωκότι τὰ πρὸς ἀνατολὴν μέρη καταστρέψασθαι. τῆς δὲ πλησίον ὀρεινῆς ἐχούσης πολλὴν μὲν ἐλάτην εὔτροφον, οὐκ ὀλίγην δὲ κέδρον καὶ πεύκην, ἔτι δὲ τῆς ἄλλης ὕλης ναυπηγησίμου πλῆθος ἄφθονον κατεσκεύασε ναῦς ἱκανάς:

διενοεῖτο γὰρ ἐπὶ τὸ τέρμα τῆς Ἰνδικῆς παραγενόμενος καὶ πάντας τοὺς ἐγχωρίους καταστρεψάμενος διὰ τοῦ ποταμοῦ καταπλεῖν εἰς τὸν Ὠκεανόν.

ἔκτισε δὲ δύο πόλεις, τὴν μὲν πέραν τοῦ ποταμοῦ καθ ὃν τόπον αὐτὸς διέβη, τὴν δὲ ἄλλην ἐν ᾧ τόπῳ τὸν Πῶρον ἐνίκησεν.

ταχὺ δὲ τῶν ἔργων κατασκευασθέντων διὰ τὴν πολυχειρίαν τὸν μὲν Πῶρον θεραπευθέντα βασιλέα κατέστησε διὰ τὴν ἀρετὴν ἧς πρότερον ἦρχε χώρας, τὴν δὲ δύναμιν ἐπὶ τριάκοντα ἡμέρας ἀνέλαβε, πολλῆς ἀφθονίας οὔσης τῶν ἐπιτηδείων. ἴδιον δέ τι κατὰ τὴν ὀρεινὴν τὴν πλησίον ὑπῆρχε.

χωρὶς γὰρ τῆς πρὸς ναυπηγίαν ὕλης εἶχεν ἡ χώρα πολλοὺς καὶ παρηλλαγμένους τοῖς μεγέθεσιν ὄφεις, ὄντας ἑκκαιδεκαπήχεις, πιθήκων τε γένη πολλὰ καὶ τοῖς μεγέθεσι διαλλάττοντα, ὧν τὴν τέχνην τῆς θήρας αὐτὸ τὸ ζῷον ὑφηγεῖτο. μιμητικὸν γὰρ ὑπάρχον πάσης πράξεως βίᾳ μὲν οὐ ῥᾳδίως χειροῦται διά τε τὴν ἰσχὺν τῶν σωμάτων καὶ διὰ τὴν τῆς ψυχῆς ἀγχίνοιαν:

τῶν δὲ κυνηγῶν οἱ μὲν μέλιτι τοὺς ὀφθαλμοὺς ἀλείφονται, οἱ δὲ βλεπόντων τῶν θηρίων ὑποδοῦνται, τινὲς δὲ ταῖς κεφαλαῖς κάτοπτρα περιτιθέασιν, καὶ τοῖς μὲν ὑποδήμασι παραθέντες δεσμοὺς ἀπολείπουσιν, ἀντὶ δὲ τοῦ μέλιτος ἰξὸν ὑποβάλλουσι, τοῖς δὲ κατόπτροις ἐπίσπαστρα καθάπτουσι. διόπερ ὅταν βούλωνται τὰ ζῷα τὰς πράξεις τῶν ὁραθέντων ἐπιτελεῖν, ἀδυνατεῖ, τῶν μὲν βλεφάρων κεκολλημένων, τῶν δὲ ποδῶν δεδεμένων, τῶν δὲ σωμάτων κατεχομένων:

ὅθεν εὐχείρωτα πρὸς τὴν θήραν γίνεται. ὁ δὲ Ἀλέξανδρος τὸν ὑστερηκότα τῆς τοῦ Πώρου συμμαχίας βασιλέα ὄνομα Σασιβισάρην καταπληξάμενος ἠνάγκασε ποιεῖν τὸ προσταττόμενον, αὐτὸς δὲ μετὰ τῆς δυνάμεως περάσας τὸν ποταμὸν προῆγε διὰ χώρας ἀρετῇ διαφερούσης:

δένδρων γὰρ εἶχε γένη διαλλάττοντα καὶ τὸ μὲν ὕψος ἔχοντα πηχῶν ἑβδομήκοντα, τὸ δὲ πάχος μόγις ὑπὸ τεσσάρων ἀνδρῶν περιλαμβανόμενα, τριῶν δὲ πλέθρων σκιὰν ποιοῦντα.

εἶχε δὲ καὶ ἡ χώρα ὄφεων πλῆθος, μικρῶν μὲν τοῖς μεγέθεσι, ταῖς δὲ ποικιλίαις ἐξηλλαγμένων: οἱ μὲν γὰρ χαλκοειδεῖς ῥάβδους ἐπέφαινον, οἱ δὲ τὴν λόφην δασεῖαν εἶχον τριχώδη, διὰ δὲ τῶν δηγμάτων ὀξεῖς θανάτους ἀπειργάζοντο.

τὸν δὲ πληγέντα πόνοι δεινοὶ συνεῖχον καὶ ῥύσις ἱδρῶτος αἱματοειδοῦς κατεῖχε. διόπερ οἱ Μακεδόνες δεινῶς ὑπὸ τῶν δηγμάτων ἀπαλλάττοντες τὰς κλίνας ἀπὸ τῶν δένδρων ἐξήρτων καὶ τὸ πλεῖστον τῆς νυκτὸς διηγρύπνουν.

μετὰ δὲ ταῦτα παρὰ τῶν ἐγχωρίων μαθόντες τὴν ἀντιφάρμακον ῥίζαν ἀπελύθησαν τῶν δεινῶν. προϊόντος δὲ αὐτοῦ μετὰ τῆς δυνάμεως ἧκόν τινες ἀπαγγέλλοντες ὅτι Πῶρος ὁ βασιλεύς, ἀνεψιὸς ὢν τοῦ καταπεπολεμημένου Πώρου, τὴν βασιλείαν ἀπολιπὼν πέφευγεν εἰς τὸ τῶν Γανδαριδῶν ἔθνος.

ὁ δὲ Ἀλέξανδρος παροξυνθεὶς Ἡφαιστίωνα μὲν ἐξέπεμψεν εἰς τὴν τούτου χώραν μετὰ δυνάμεως καὶ προσέταξε τὴν βασιλείαν παραδοῦναι τῷ μεθ αὑτοῦ Πώρῳ:

αὐτὸς δ εἰς τὸ τῶν Ἀδρεστῶν καλουμένων ἔθνος στρατεύσας καὶ τῶν πόλεων ἃς μὲν βίᾳ χειρωσάμενος, ἃς δὲ πειθοῖ προσαγαγόμενος εἰς τὴν τῶν Καθαίων χώραν παρεγένετο. παρὰ δὲ τούτοις νόμιμον ἦν τὰς γυναῖκας τοῖς ἀνδράσι συγκατακαίεσθαι:

τοῦτο δ ἐκυρώθη τὸ δόγμα παρὰ τοῖς βαρβάροις διὰ μίαν γυναῖκα φαρμάκοις ἀνελοῦσαν τὸν ἄνδρα. ὁ δ οὖν βασιλεὺς τὴν μεγίστην καὶ ὀχυρωτάτην πόλιν μετὰ πολλῶν κινδύνων ἐκπολιορκήσας ἐνέπρησεν.

ἄλλην δ ἀξιόλογον πολιορκοῦντος αὐτοῦ καὶ μεθ ἱκετηριῶν δεηθέντων τῶν Ἰνδῶν ἀπέλυσε τῶν κινδύνων αὐτούς. μετὰ δὲ ταῦτ ἐστράτευσεν ἐπὶ τὰς ὑπὸ Σωπείθην τεταγμένας πόλεις, εὐνομουμένας καθ ὑπερβολήν.

τά τε γὰρ ἄλλα πρὸς δόξαν πολιτεύονται καὶ τὸ κάλλος παρ αὐτοῖς τιμιώτατον νενόμισται. διόπερ ἐκ νηπίου παρ αὐτοῖς τὰ βρέφη διακρίνεται καὶ τὰ μὲν ἄρτια καὶ τὴν φύσιν ἔχοντα πρὸς εὐπρέπειαν καὶ ἰσχὺν εὔθετον τρέφεται, τὰ δὲ καταδεῆ τοῖς σώμασιν ἀνάξια τροφῆς ἡγούμενοι διαφθείρουσιν.

ἀκολούθως δὲ τούτοις καὶ τοὺς γάμους ποιοῦνται προικὸς μὲν καὶ τῆς ἄλλης πολυτελείας ἀφροντιστοῦντες, κάλλους δὲ καὶ τῆς τοῦ σώματος ὑπεροχῆς μόνον φροντίζοντες.

διόπερ οἱ πλεῖστοι τῶν ἐν ταύταις ταῖς πόλεσι κατοικούντων διαφέρουσι τῶν ἄλλων ἀξιώμασιν.

παρὰ δὲ πάντας ὁ βασιλεὺς Σωπείθης περίβλεπτος ὢν ἐπὶ τῷ κάλλει καὶ τῷ μήκει τοὺς τέτταρας πήχεις ὑπεράγων προῆλθε μὲν ἐκ τῆς πόλεως τῆς ἐχούσης τὰ βασίλεια, παραδοὺς δ αὑτὸν καὶ τὴν βασιλείαν Ἀλεξάνδρῳ πάλιν ταύτην ἀπέλαβε διὰ τὴν τοῦ κρατοῦντος ἐπιείκειαν. τῷ δ Ἀλεξάνδρῳ πολλὰ καὶ μεγάλα δῶρα παραστήσας κύνας ἔδωκεν ἑκατὸν καὶ πεντήκοντα τοῖς μεγέθεσι καὶ ταῖς ἀλκαῖς καὶ τοῖς ἄλλοις προτερήμασι θαυμαζομένους, οὓς ἔφασαν ταῖς τίγρεσιν ἐπιμεμῖχθαι.

βουλόμενος δὲ τὸν Ἀλέξανδρον διὰ τῶν ἔργων λαβεῖν πεῖραν τῆς τῶν κυνῶν ἀρετῆς εἰσήγαγεν εἴς τι περίφραγμα λέοντα τέλειον καὶ τῶν δοθέντων κυνῶν δύο τοὺς εὐτελεστάτους προέβαλε τῷ λέοντι:

τούτων δὲ κατισχυομένων ὑπὸ τοῦ θηρίου δύο ἑτέρους εἰσ2αφῆκεν. τῶν δὲ τεττάρων περιγινομένων τοῦ λέοντος πεμφθείς τις ὑπ αὐτοῦ μετὰ μαχαίρας ἀφῄρει τὸ δεξιὸν σκέλος ἑνὸς τῶν κυνῶν.

τοῦ δὲ βασιλέως ἀναβοήσαντος καὶ τῶν σωματοφυλάκων προσδραμόντων καὶ τῆς τοῦ Ἰνδοῦ χειρὸς ἐπιλαβομένων ὁ μὲν Σωπείθης τρεῖς ἀντὶ τούτου δώσειν ἐπηγγείλατο, ὁ δὲ κυνηγὸς ἐπιλαβόμενος τοῦ σκέλους ἔτεμνεν ἡσυχῇ κατ ὀλίγον. ὁ δὲ κύων οὔτε κλαγγὴν οὔτε μυγμὸν προέμενος, ἀλλὰ τοὺς ὀδόντας ἐμπεπρικὼς ἔμενεν ἑώς ὅτου γενόμενος ἔξαιμος ἐναπέθανε τῷ θηρίῳ.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION