호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀναχωρήσας δὲ ἀπὸ τῶν παρόδων σταδίους τριακοσίους κατεστρατοπέδευσε καὶ παρὰ τῶν ἐγχωρίων ἐπυνθάνετο μή τις ἑτέρα ἐστὶ διεκβολή.? πάντων δ ἀποφαινομένων δίοδον μὲν μηδεμίαν ἄλλην ὑπάρχειν, περίοδον δὲ εἶναι πολλῶν ἡμερῶν αἰσχρὸν εἶναι νομίσας ἀτάφους ἀπολιπεῖν τοὺς τετελευτηκότας καὶ τὴν αἴτησιν τῶν νεκρῶν οὖσαν ὁρῶν ἀσχήμονα καὶ περιέχουσαν ἥττης ὁμολόγησιν προσέταξεν ἀναγαγεῖν ἅπαντας τοὺς αἰχμαλώτους.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기