호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοῦ δὲ βασιλέωσ ἀναζεύξαντοσ ἐκ τῆσ Βαβυλῶνοσ καὶ κατὰ τὴν πορείαν ὄντοσ ἧκον πρὸσ αὐτὸν παρὰ μὲν Ἀντιπάτρου πεμφθέντεσ ἱππεῖσ μὲν Μακεδόνεσ πεντακόσιοι, πεζοὶ δὲ ἑξακισχίλιοι, ἐκ δὲ Θρᾴκησ ἱππεῖσ μὲν ἑξακόσιοι, Τραλλεῖσ δὲ τρισχίλιοι καὶ πεντακόσιοι, ἐκ δὲ Πελοποννήσου πεζοὶ μὲν τετρακισχίλιοι, ἱππεῖσ δὲ βραχὺ λείποντεσ τῶν χιλίων, ἐκ δὲ τῆσ Μακεδονίαστῶν φίλων τοῦ βασιλέωσ υἱοὶ πεντήκοντα πρὸσ τὴν σωματοφυλακίαν ὑπὸ τῶν πατέρων ἀπεσταλμένοι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기