- 텍스트

Diodorus Siculus, Library, book xvii, chapter 45

(디오도로스 시켈로스, Library, book xvii, chapter 45)

ἀνυπερβλήτου δὲ τῆς ἐκπλήξεως οὔσης καὶ τῆς ἐν τοῖς ἀγῶσι δεινότητος ἀνυποστάτου γινομένης οὐδ ὣς ἔληγον τῆς τόλμης οἱ Μακεδόνες, ἀλλὰ τοὺς ἀεὶ πίπτοντας ὑπερβαίνοντες οὐκ ἐνουθετοῦντο ταῖς τῶν ἄλλων συμφοραῖς.? ὁ δ Ἀλέξανδρος ἐπιστήσας ἐπὶ τοὺς ἁρμόζοντας τόπους τοὺς πετροβόλους καταπέλτας καὶ λίθους μεγάλους ἀφιεὶς ἐσάλευε τὰ τείχη, τοῖς δ ὀξυβελέσιν ἀπὸ τῶν πύργων τῶν ξυλίνων ἐκβάλλων βελῶν παντοδαπῶν πλῆθος δεινῶς κατετίτρωσκε τοὺς ἐφεστῶτας τοῖς τείχεσιν.

ἀντιμηχανώμενοι δὲ πρὸς ταῦτα οἱ Τύριοι πρὸ μὲν τῶν τειχῶν μαρμαρίνους τροχοὺς ἵστανον καὶ διά τινων ὀργάνων τούτους δινεύοντες τὰ φερόμενα βέλη καταπελτικὰ συνέτριβον καὶ εἰς τὰ πλάγια μέρη παράγοντες ἀπράκτους ἐποίουν τὰς τῶν ἀφιεμένων πληγάς.

πρὸσδὲ τούτοις βύρσας καὶ διπλᾶς διφθέρας πεφυκωμένας καταράπτοντες εἰς ταύτας ἀπεδέχοντο τὰς ἀπὸ τῶν πετροβόλων πληγάς:

καὶ μαλακῆς τῆς ἐνδόσεως γινομένης ἐξελύετο τῶν φερομένων πετρῶν ἡ βία. καθόλου δὲ οἱ Τύριοι πάντα τρόπον εὐρώστως ἀμυνόμενοι καὶ κατευποροῦντες τοῖς βοηθήμασι κατεθάρρησαν τῶν πολεμίων καὶ τὸ τεῖχος καὶ τὰς ἐντὸς τῶν πύργων στάσεις ἀπολιπόντες ἐπ αὐτὰς ὠθοῦντο τὰς ἐπιβάθρας καὶ ταῖς τῶν πολεμίων ἀνδραγαθίαις ἀντέταττον τὰς ἑαυτῶν ἀρετάς.

διὸ καὶ συμπλεκόμενοι τοῖς πολεμίοις καὶ τὴν μάχην ἐκ χειρὸς συνιστάμενοι μέγαν ἀγῶνα τὸν ὑπὲρ τῆς πατρίδος συνίσταντο καί τινες πελέκεσι τῶν ἀπαντώντων τὸ προσπεσὸν μέρος τοῦ σώματος ἀπέκοπτον:

ἔνθα δὴ τῶν παρὰ τοῖς Μακεδόσιν ἡγεμόνων τις, ὄνομα μὲν Ἄδμητος, διαφέρων δὲ ἀνδρείᾳ καὶ σώματος ῥώμῃ, τεθαρρηκὼς τὴν βίαν τῶν Τυρίων ὑπέστη καὶ πληγεὶς πελέκει μέσην τὴν κεφαλὴν παραχρῆμα κατέστρεψε τὸν βίον ἡρωικῶς. ὁ δ Ἀλέξανδρος ὁρῶν τῇ μάχῃ κατισχυομένους τοὺς Μακεδόνας ἀνεκαλέσατο τῇ σάλπιγγι τοὺς στρατιώτας νυκτὸς ἤδη γενομένης.

καὶ τὸ μὲν πρῶτον ἔκρινε λῦσαι τὴν πολιορκίαν καὶ τὴν στρατείαν ἐπὶ τὴν Αἴγυπτον ποιεῖσθαι: μετανοήσας δὲ πάλιν καὶ νομίσας αἰσχρὸν εἶναι παραχωρῆσαι Τυρίοις τῆς κατὰ τὴν πολιορκίαν δόξης καὶ τῶν φίλων ἕνα μόνον ὁμογνωμονοῦντα λαβὼν Ἀμύνταν τὸν Ἀνδρομένους πάλιν πρὸς τὴν πολιορκίαν ἐτρέπετο. παρακαλέσας δὲ τοὺς Μακεδόνας ἑαυτοῦ μὴ λειφθῆναι κατ ἀνδρείαν ἁπάσας τὰς ναῦς πολεμικῶς κατασκευάσας προσέβαλλε τοῖς τείχεσιν ἐκθύμως κατὰ γῆν ἅμα καὶ κατὰ θάλατταν.

κατανοήσας δὲ περὶ τὰ νεώρια τὸ τεῖχος ἀσθενέστερον ὑπάρχειν τούτῳ προσήγαγε τὰς τριήρεις ἐζευγμένας καὶ φερούσας τὰς ἀξιολογωτάτας μηχανάς. ἐνταῦθα δὲ ἐτόλμησεν ἐπιτελέσασθαι πρᾶξιν οὐδ αὐτοῖς τοῖς ὁρῶσι πιστευομένην:

ἐπιβάθραν γὰρ ἀπὸ τοῦ ξυλίνου πύργου τοῖς τῆς πόλεως τείχεσιν ἐπιβαλὼν διὰ ταύτης μόνος ἐπέβη τῷ τείχει, οὔτε τὸν ἀπὸ τῆς τύχης φθόνον εὐλαβηθεὶς οὔτε τὴν τῶν Τυρίων δεινότητα καταπλαγείς, ἀλλὰ τὴν καταγωνισαμένην τοὺς Πέρσας δύναμιν ἔχων θεωρὸν τῆς ἰδίας ἀνδραγαθίας τοῖς μὲν ἄλλοις Μακεδόσιν ἀκολουθεῖν προσέταξεν, αὐτὸς δὲ καθηγούμενος τῶν εἰς χεῖρας βιαζομένων τοὺς μὲν τῷ δόρατι, τοὺς δὲ τῇ μαχαίρᾳ τύπτων ἀπέκτεινεν, ἐνίους δ αὐτῇ τῇ περιφερείᾳ τῆς ἀσπίδος ἀνατρέπων ἐπισχεῖν τοῦ πολλοῦ θράσους ἐποίησε τοὺς πολεμίους. ἅμα δὲ τούτοις πραττομένοις καθ ἕτερον μέρος ὁ κριὸς τύπτων κατέβαλε πολὺ μέρος τοῦ τείχους:

διὰ δὲ τοῦ πτώματος εἰσπεσόντων τῶν Μακεδόνων καὶ τῶν περὶ τὸν Ἀλέξανδρον διὰ τῆς ἐπιβάθρας διαβάντων ἐπὶ τὸ τεῖχος ἡ μὲν πόλις κατείληπτο, οἱ δὲ Τύριοι πρὸς ἀλκὴν τραπέντες καὶ παρακαλέσαντες ἀλλήλους ἐνέφραξαν τοὺς στενωποὺς καὶ μαχόμενοι πλὴν ὀλίγων ἅπαντες κατεκόπησαν, ὄντες πλείους τῶν ἑπτακισχιλίων. ὁ δὲ βασιλεὺς τέκνα μὲν καὶ γυναῖκας ἐξηνδραποδίσατο, τοὺς δὲ νέους πάντας, ὄντας οὐκ ἐλάττους τῶν δισχιλίων, ἐκρέμασε.

σώματα δ αἰχμάλωτα τοσαῦτα τὸ πλῆθος εὑρέθη ὥστε τῶν πλείστων εἰς Καρχηδόνα κεκομισμένων τὰ ὑπολειφθέντα γενέσθαι πλείω τῶν μυρίων καὶ τρισχιλίων. Τύριοι μὲν οὖν γενναιότερον μᾶλλον ἢ φρονιμώτερον ὑποστάντες τὴν πολιορκίαν τοσαύταις περιέπεσον συμφοραῖς, πολιορκηθέντες μῆνας ἑπτά.

ὁ δὲ βασιλεὺς τοῦ μὲν Ἀπόλλωνος τὰς χρυσᾶς σειρὰς καὶ τὰ δεσμὰ περιελόμενος παρήγγειλεν ὀνομάζειν τὸν θεὸν τοῦτον Ἀπολλὼ φιλαλέξανδρον, τῷ δὲ Ἡρακλεῖ μεγαλοπρεπεῖς θυσίας συντελέσας καὶ τοὺς ἀνδραγαθήσαντας τιμήσας, ἔτι δὲ τοὺς τετελευτηκότας μεγαλοπρεπῶς θάψας τῆς μὲν Τυρίων πόλεως κατέστησε βασιλέα τὸν ὀνομαζόμενον Βαλώνυμον, περὶ οὗ τὰ κατὰ μέρος οὐκ ἄξιον παραλιπεῖν διὰ τὸ τῆς περιπετείας παράδοξον.

τοῦ γὰρ προϋπάρχοντος βασιλέως Στράτωνος διὰ τὴν πρὸς Δαρεῖον φιλίαν ἐκπεσόντος ἐκ τῆς ἀρχῆς ὁ Ἀλέξανδρος ἔδωκεν ἐξουσίαν Ἡφαιστίωνι καταστῆσαι βασιλέα τῆς Τύρου τῶν ἰδιοξένων ὃν ἂν προαιρῆται.

τὸ μὲν οὖν πρῶτον οὗτος εὐδοκήσας τῷ ξένῳ, παρ ᾧ τὴν ἐπισταθμίαν ἐπεποίητο κεχαρισμένως, τοῦτον ἐπεβάλετο κύριον ἀναγορεῦσαι τῆς πόλεως:

ὁ δὲ πλούτῳ μὲν καὶ δόξῃ διαφέρων τῶν πολιτῶν, οὐδεμίαν δὲ συγγένειαν ἔχων πρὸς τοὺς προγεγονότας βασιλεῖς οὐκ ἐδέξατο τὴν δωρεάν. τοῦ δ Ἡφαιστίωνος ἐπιτρέψαντος αὐτῷ τὴν ἐκλογὴν ποιήσασθαι ἐκ τοῦ γένους τῶν βασιλέων ἔφησεν εἶναί τινα τῆς βασιλικῆς οἰκίας ἀπόγονον τὰ μὲν ἄλλα σώφρονα καὶ ἀγαθὸν ἄνδρα, πένητα δὲ καθ ὑπερβολήν.

συγχωρήσαντος δὲ τοῦ Ἡφαιστίωνος τούτῳ τὴν δυναστείαν ὁ λαβὼν τὴν ἐπιτροπὴν κατήντησεν ἐπὶ τὸν ὠνομασμένον μετὰ βασιλικῆς ἐσθῆτος καὶ κατέλαβεν αὐτὸν ἔν τινι κήπῳ μισθοῦ μὲν ἀντλοῦντα, ῥάκεσι δὲ τοῖς τυχοῦσιν ἐσθῆτι χρώμενον.

δηλώσας δὲ τὴν περιπέτειαν καὶ περιθεὶς τὴν βασιλικὴν στολὴν καὶ τὸν ἄλλον τὸν ἁρμόζοντα κόσμον ἀνήγαγεν αὐτὸν εἰς τὴν ἀγορὰν καὶ ἀπέδειξε βασιλέα τῶν Τυρίων.

ἀσμένως δὲ τοῦ πλήθους προσδεξαμένου καὶ τὸ παράδοξον τῆς τύχης θαυμάσαντος οὗτος μὲν φίλος γενόμενος Ἀλεξάνδρῳ τὴν βασιλείαν ἔσχε παράδειγμα τοῖς ἀγνοοῦσι τὴν τῆς τύχης παράδοξον μεταβολήν:

ἡμεῖς δ ἐπεὶ τὰ περὶ τὸν Ἀλέξανδρον διήλθομεν, μεταληψόμεθα τὴν διήγησιν. κατὰ γὰρ τὴν Εὐρώπην Ἄγις μὲν ὁ τῶν Λακεδαιμονίων βασιλεὺς τῶν ἐκ τῆς ἐν Ἰσσῷ μάχης διασωθέντων μισθοφόρων ἀναλαβὼν ὀκτακισχιλίους νεωτέρων πραγμάτων ἀντείχετο, χαριζόμενος Δαρείῳ.

προσλαβὼν δὲ παρὰ τούτου καὶ ναῦς καὶ χρημάτων πλῆθος ἔπλευσεν εἰς Κρήτην καὶ τῶν πόλεων τὰς πλείους χειρωσάμενος ἠνάγκασε τὰ Περσῶν αἱρεῖσθαι.

Ἀμύντας δ ὁ φυγὼν ἐκ Μακεδονίας καὶ πρὸς Δαρεῖον ἀναβὰς συνηγωνίσατο μὲν τοῖς Πέρσαις ἐν τῇ Κιλικίᾳ, διασωθεὶς δ ἐκ τῆς ἐν Ἰσσῷ παρατάξεως μετὰ τετρακισχιλίων μισθοφόρων καὶ πρὸ τῆς Ἀλεξάνδρου παρουσίας διανύσας εἰς Τρίπολιν τῆς Φοινίκης ἐπέλεξεν ἐκ τοῦ παντὸς στόλου τὰς ἀρκούσας ναῦς εἰς τὸν πλοῦν τοῖς ἰδίοις στρατιώταις, τὰς δ ἄλλας ἐνέπρησε. διαπλεύσας δ εἰς τὴν Κύπρον καὶ προσλαβόμενος στρατιώτας καὶ ναῦς διέπλευσεν εἰς τὸ Πηλούσιον.

τῆς δὲ πόλεως ἐγκρατὴς γενόμενος ἀπέφαινεν ἑαυτὸν ὑπὸ Δαρείου τοῦ βασιλέως ἀπεστάλθαι στρατηγὸν διὰ τὸ τὸν ἡγούμενον τῆς Αἰγύπτου σατράπην συναγωνιζόμενον ἐν Ἰσσῷ τῆς Κιλικίας πεπτωκέναι. ἀναπλεύσας δ εἰς Μέμφιν τὸ μὲν πρῶτον πρὸ τῆς πόλεως παραταξάμενος τοῖς ἐγχωρίοις ἐνίκησε:

μετὰ δὲ ταῦτα πρὸς ἁρπαγὴν τῶν στρατιωτῶν τραπέντων ἐπεξελθόντες ἐκ τῆς πόλεως ἐπέθεντο τοῖς ἀτάκτως διαρπάζουσι τὰς ἐπὶ τῆς χώρας κτήσεις καὶ τόν τε Ἀμύνταν ἀπέκτειναν καὶ τοὺς μετ αὐτοῦ πάντας ἄρδην ἀνεῖλον. Ἀμύντας μὲν οὖν μεγάλαις ἐπιβολαῖς ἐγχειρήσας καὶ παρ ἐλπίδα σφαλεὶς τοιοῦτον ἔσχε τοῦ βίου τὸ τέλος.

ὁμοίως δὲ τούτῳ καὶ τῶν ἄλλων ἡγεμόνων καὶ στρατηγῶν τινες ἐκ τῆς ἐν Ἰσσῷ μάχης μετὰ στρατιωτῶν διασωθέντες ἀντείχοντο τῶν Περσικῶν ἐλπίδων. οἱ μὲν γὰρ πόλεις ἐπικαίρους καταλαμβανόμενοι διεφύλαττον ταύτας τῷ Δαρείῳ, οἱ δ ἔθνη προσαγόμενοι καὶ δυνάμεις περὶ αὑτοὺς παρασκευαζόμενοι τὰς ἁρμοζούσας χρείας τοῖς ὑποκειμένοις καιροῖς παρείχοντο.

οἱ δὲ σύνεδροι τῶν Ἑλλήνων ἐψηφίσαντο πέμψαι πρέσβεις πεντεκαίδεκα στέφανον φέροντας χρυσοῦν παρὰ τῆς Ἑλλάδος ἀριστεῖον Ἀλεξάνδρῳ καὶ συνησθησομένους τῇ κατὰ Κιλικίαν νίκῃ. Ἀλέξανδρος δὲ στρατεύσας ἐπὶ Γάζαν φρουρουμένην ὑπὸ Περσῶν καὶ δίμηνον προσεδρεύσας εἷλε κατὰ κράτος τὴν πόλιν.

ἐπ ἄρχοντος δ Ἀθήνησιν Ἀριστοφάνους ἐν Ῥώμῃ κατεστάθησαν ὕπατοι Σπούριος Ποστόμιος καὶ Τῖτος Οὐετούριος.

ἐπὶ δὲ τούτων Ἀλέξανδρος ὁ βασιλεὺς τὰ περὶ τὴν Γάζαν διοικήσας Ἀμύνταν μὲν μετὰ δέκα νεῶν εἰς Μακεδονίαν ἐξέπεμψε, προστάξας τῶν νέων τοὺς εὐθέτους ἐπιλέξαι πρὸς στρατείαν, αὐτὸς δὲ μετὰ πάσης τῆς δυνάμεως παρῆλθεν εἰς Αἴγυπτον καὶ παρέλαβε πάσας τὰς ἐν αὐτῇ πόλεις χωρὶς κινδύνων: οἱ γὰρ Αἰγύπτιοι τῶν Περσῶν ἠσεβηκότων εἰς τὰ ἱερὰ καὶ βιαίως ἀρχόντων ἄσμενοι προσεδέξαντο τοὺς Μακεδόνας.

καταστήσας δὲ τὰ κατὰ τὴν Αἴγυπτον προῆλθεν εἰς Ἄμμωνος, βουλόμενος χρήσασθαι τῷ θεῷ. κατὰ μέσην δὲ τὴν ὁδὸν ἀπήντησαν αὐτῷ πρέσβεις παρὰ Κυρηναίων στέφανον κομίζοντες καὶ μεγαλοπρεπῆ δῶρα, ἐν οἷς ἦγον ἵππους τε πολεμιστὰς τριακοσίους καὶ πέντε τέθριππα τὰ κράτιστα. ὁ δὲ τούτους μὲν ἀποδεξάμενος φιλίαν καὶ συμμαχίαν συνέθετο πρὸς αὐτούς, αὐτὸς δὲ μετὰ τῶν συναποδημούντων προῆγεν ἐπὶ τὸ ἱερόν:

καὶ διανύσας ἐπὶ τὴν ἔρημον καὶ ἄνυδρον, ὑδρευσάμενος διῄει τὴν χώραν ἔχουσαν ἄμμου μέγεθος ἀέριον. ἐν ἡμέραις δὲ τέσσαρσιν ἐξαναλωθέντων τῶν κομιζομένων ὑδάτων εἰς δεινὴν σπάνιν παρεγένοντο. εἰς ἀθυμίαν οὖν πάντων ἐμπεσόντων ἄφνω πολὺς ὄμβρος ἐξ οὐρανοῦ κατερράγη, τὴν ὑπάρχουσαν τῶν ὑγρῶν ἔνδειαν παραδόξως διωρθούμενος:

διὸ καὶ τὸ συμβὰν ἔδοξεν ἀνελπίστως σωθεῖσι θεῶν προνοίᾳ γεγονέναι. ὑδρευσάμενοι δ ἔκ τινος κοιλάδος, ἐπὶ τέσσαρας ἡμέρας ἔχοντες ἀρκοῦσαν τὴν βοήθειαν καὶ διελθόντες ἡμέρας τέσσαρας διεξεπέρασαν τὴν ἄνυδρον.

ἀδήλου δὲ τῆς ὁδοῦ καθεστώσης διὰ τὸ πλῆθος τῆς ἄμμου οἱ καθηγούμενοι τῆς ὁδοῦ προσήγγειλαν τῷ βασιλεῖ διότι κόρακες δεξιοὶ κλάζοντες τὴν τρίβον τῆς ἐπὶ τὸ ἱερὸν φερούσης ἀτραποῦ προσημαίνουσιν. οἰωνισάμενος δὲ τὸ συμβαῖνον ὁ Ἀλέξανδρος καὶ διαλαβὼν δέχεσθαι τὸν θεὸν ἀσμένως τὴν παρουσίαν αὐτοῦ προῆγε κατὰ σπουδήν.

καὶ τὸ μὲν πρῶτον κατήνυσεν ἐπὶ τὴν πικρὰν καλουμένην λίμνην, μετὰ δὲ ταῦτα πορευθεὶς σταδίους ἑκατὸν παρήλλαξε τὰς ἐπικαλουμένας Ἄμμωνος πόλεις: ἐντεῦθεν δ ὁδοιπορήσας μίαν ἡμέραν συνήγγισε τῷ τεμένει. ἡ δὲ περὶ τὸ ἱερὸν τοῦτο χώρα περιέχεται ὑπὸ ἐρήμου καὶ ἀνύδρου τῆς ἀμμώδους, πάσης φιλανθρωπίας ἐστερημένης.

αὐτὴ δ ἐπὶ μῆκος καὶ πλάτος ἐπὶ σταδίους πεντήκοντα παρήκουσα πολλοῖς μὲν καὶ καλοῖς ὕδασι ναματιαίοις διαρρεῖται, δένδρων δὲ παντοδαπῶν καὶ μάλιστα καρπίμων πληθύει: καὶ τὸν μὲν ἀέρα τῇ κράσει παραπλήσιον ἔχει ταῖς ἐαριναῖς ὡρ´αις, τόποισδὲ καυματώδεσι περιεχομένη μόνη παρηλλαγμένην παρέχεται τοῖς ἐνδιατρίβουσι τὴν εὐκρασίαν. τὸ μὲν οὖν τέμενός φασιν ἱδρύσασθαι Δαναὸν τὸν Αἰγύπτιον, τὴν δὲ ἱερὰν τοῦ θεοῦ χώραν περιοικοῦσι κατὰ μὲν τὴν μεσημβρίαν καὶ δύσιν Αἰθίοπες, κατὰ δὲ τὴν ἄρκτον Λιβύων νομαδικὸν ἔθνος καὶ πρὸς τὴν μεσόγειον ἀνῆκον τὸ τῶν Νασαμώνων ὀνομαζομένων ἔθνος.

τῶν δ Ἀμμωνίων κωμηδὸν οἰκούντων κατὰ μέσην αὐτῶν τὴν χώραν ἀκρόπολις ὑπάρχει τριπλοῖς ὠχυρωμένη τοῖς τείχεσι:

καὶ ταύτης ὁ μὲν πρῶτος περίβολος ἔχει τῶν ἀρχαίων δυναστῶν βασίλεια, ὁ δ ἕτερος τὴν γυναικωνῖτιν αὐλὴν καὶ τὰς τῶν τέκνων καὶ γυναικῶν καὶ συγγενῶν οἰκήσεις καὶ φυλακτήρια τῶν σκοπῶν, ἔτι δὲ τὸν τοῦ θεοῦ σηκὸν καὶ τὴν ἱερὰν κρήνην, ἀφ ἧς τὰ τῷ θεῷ προσφερόμενα τυγχάνει τῆς ἁγνείας, ὁ δὲ τρίτος τὰς τῶν δορυφόρων καταλύσεις καὶ τὰ φυλακτήρια τῶν τὸν τύραννον δορυφορούντων. καθίδρυται δὲ τῆς ἀκροπόλεως ἐκτὸς οὐ μακρὰν ἕτερος ναὸς Ἄμμωνος πολλοῖς καὶ μεγάλοις δένδροις σύσκιος.

τούτου δὲ πλησίον ὑπάρχει κρήνη διὰ τὸ συμβεβηκὸς ὀνομαζομένη Ἡλίου κρήνη: αὕτη δὲ τὸ ὕδωρ ἔχει συμμεταβαλλόμενον αἰεὶ ταῖς ἡμεριναῖς ὡρ´αις παραδόξως. ἅμ ἡμέρᾳ γὰρ ἐξίησι τὴν πηγὴν χλιαράν, προϊούσης δὲ τῆς ἡμέρας τῇ προσθέσει τῶν ὡρῶν ἀνάλογον καταψύχεται, τοῦ μεσημβρινοῦ δὲ καύματος ἀκμάζει τῇ ψυχρότητι:

πάλιν δὲ ἀνάλογον ἀπολήγει πρὸς τὴν ἑσπέραν καὶ τῆς νυκτὸς ἐπιλαβούσης ἀναθερμαίνεται μέχρι μέσων νυκτῶν καὶ τὸ λοιπὸν ἀπολήγει, μέχρι ἂν ἅμα τῷ φωτὶ πρὸς τὴν ἐξ ἀρχῆς ἀποκατασταθῇ τάξιν. τὸ δὲ τοῦ θεοῦ ξόανον ἐκ σμαράγδων καί τινων ἄλλων πολυτελῶν λίθων περιέχεται καὶ τὴν μαντείαν ἰδιάζουσαν παντελῶς ποιεῖται.

ἐπὶ νεὼς γὰρ περιφέρεται χρυσῆς ὑπὸ ἱερέων ὀγδοήκοντα: οὗτοι δ ἐπὶ τῶν ὤμων φέροντες τὸν θεὸν προάγουσιν αὐτομάτως ὅπου ποτ ἂν ἄγῃ τὸ τοῦ θεοῦ νεῦμα τὴν πορείαν. συνακολουθεῖ δὲ πλῆθος παρθένων καὶ γυναικῶν παιᾶνας ᾀδουσῶν κατὰ πᾶσαν τὴν ὁδὸν καὶ πατρίῳ καθυμνούντων ᾠδῇ τὸν θεόν.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION