호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἅμα δὲ καὶ πῦρ ἐπερρίπτουν καὶ σαυνία καὶ λίθουσ ἐπέβαλλον οἱ Φοίνικεσ καὶ τῷ πλήθει τῶν βελῶν κατεπόνουν τὰσ ἀρετὰσ τῶν ἀνθισταμένων καὶ ταῖσ μὲν δρεπανηφόροισ κεραίαισ τὰσ τῶν κριῶν ὁρμιστηρίασ ὑποτέμνοντεσ ἄχρηστον τὴν τῶν ὀργάνων βίαν ἐποίουν, ταῖσ δὲ πυρφόροισ μύδρουσ μεγάλουσ διαπύρουσ ἐπέβαλλον εἰσ τὸ πλῆθοσ τῶν πολεμίων καὶ διὰ τὴν πυκνότητα τῶν ἀνδρῶν οὐχ ἡμάρτανον τῶν σκοπῶν, τοῖσ δὲ κόραξι καὶ ταῖσ σιδηραῖσ χερσὶν ἀνήρπαζον τοὺσ τοῖσ θωρακείοισ ἐφεστῶτασ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기