호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἱ δ ἐπιεικέστατοι τῶν Μακεδόνων τὴν μεταβολὴν τῆς τύχης ὁρῶντες συμπαθεῖς ἐγίνοντο καὶ τὰς τῶν ἀκληρούντων συμφορὰς ἠλέουν, αἷς τὰ μὲν προσήκοντα καὶ μεγάλα μακρὰν ἀπήρτητο, τὰ δ ἀλλόφυλα καὶ πολέμια παρῆν σύνεγγυς καὶ πρὸς ἀτυχῆ καὶ ἐπονείδιστον αἰχμαλωσίαν παρώρμητο.? μάλιστα δὲ τοὺς παρόντας εἰς δάκρυα καὶ συμπάθειαν ἤγαγεν ἡ Δαρείου μήτηρ καὶ γυνὴ καὶ δύο θυγατέρες ἐπίγαμοι καὶ υἱὸς παῖς τὴν ἡλικίαν.
ἐπὶ γὰρ τούτων ἡ μεταβολὴ τῆς τύχης καὶ τὸ μέγεθος τῶν ἀνελπίστων ἀκληρημάτων ἐν ὄψει κείμενον εὐλόγως τοὺς ὁρῶντας ἐποίει συμπάσχειν τοῖς ἠτυχηκόσι.
περὶ μὲν γὰρ Δαρείου πότερον ζῇ καὶ περίεστιν ἢ καὶ μετὰ τῆς τῶν ἄλλων φθορᾶς ἀπόλωλεν οὐκ ἐγίνωσκον, ἑώρων δὲ τὴν σκηνὴν διαρπάζοντας ἐνόπλους πολεμίους ἄνδρας, ἀγνοοῦντας μὲν τὰς ἡλωκυίας, πολλὰ δὲ διὰ τὴν ἄγνοιαν ἀπρεπῆ πράττοντας, καὶ τὸ σύνολον ὅλην τὴν Ἀσίαν αἰχμάλωτον μεθ αὑτῶν γεγενημένην καὶ ταῖς μὲν τῶν σατραπῶν γυναιξὶ προσπιπτούσαις καὶ δεομέναις βοηθεῖν οὐχ οἱο῀ν συνεπιλαβέσθαι τινὸς ἴσχυον, ἀλλὰ καὶ αὐταὶ ταύτας ἠξίουν συνεπικουρῆσαι τοῖς ἑαυτῶν ἀκληρήμασιν.
οἱ δὲ τοῦ βασιλέως παῖδες καταλαβόμενοι τὴν τοῦ Δαρείου σκηνὴν τἀκείνου λουτρὰ καὶ δεῖπνα παρεσκευάζοντο καὶ λαμπάδων πολλὴν πυρὰν ἅψαντες προσεδέχοντο τὸν Ἀλέξανδρον, ὅπως ἀπὸ τοῦ διωγμοῦ γενόμενος καὶ καταλαβὼν ἑτοίμην πᾶσαν τὴν παρασκευὴν τοῦ Δαρείου οἰωνίσηται τὴν ὅλην τῆς Ἀσίας ἡγεμονίαν.
κατὰ δὲ τὴν μάχην ἐτελεύτησαν τῶν βαρβάρων πεζοὶ μὲν πλείους τῶν δέκα μυριάδων, ἱππεῖς δ οὐκ ἐλάττους τῶν μυρίων, τῶν δὲ Μακεδόνων πεζοὶ μὲν εἰς τριακοσίους, ἱππεῖς δὲ περὶ ἑκατὸν καὶ πεντήκοντα.
ἡ μὲν οὖν ἐν Ἰσσῷ τῆς Κιλικίας μάχη τοιοῦτον ἔσχε τὸ τέλος. τῶν δὲ βασιλέων Δαρεῖος μὲν κατὰ κράτος ἡττημένος εἰς φυγὴν ὡρ´μησεν καὶ μεταλαμβάνων ἄλλον ἐξ ἄλλου τῶν ἀρίστων ἵππων κατὰ κράτος ἤλαυνε, διαφυγεῖν σπεύδων τὰς Ἀλεξάνδρου χεῖρας καὶ τῶν ἄνω σατραπειῶν ἅψασθαι προαιρούμενος:
Ἀλέξανδρος δὲ μετὰ τῆς ἑταιρικῆς ἵππου καὶ τῶν ἄλλων ἀρίστων ἱππέων ἐποιεῖτο τὸν διωγμόν, σπεύδων ἐγκρατὴς γενέσθαι τοῦ Δαρείου.
διανύσας δὲ σταδίους διακοσίους ἀνέκαμψεν εἰς τὴν παρεμβολὴν περὶ μέσας νύκτας, τοῖς δὲ λουτροῖς θεραπεύσας τὸν ἐκ τῆς κακοπαθείας κόπον ἐτρέπετο πρὸς ἄνεσιν καὶ δειπνοποιίαν. πρὸς δὲ τὴν γυναῖκα καὶ τὴν μητέρα τοῦ Δαρείου προσελθών τις ἀπήγγειλεν ὅτι πάρεστιν Ἀλέξανδρος ἀπὸ τοῦ διωγμοῦ, τὸν Δαρεῖον ἐσκυλευκώς.
ἔνθα δὴ κραυγῆς μεγάλης καὶ κλαυθμοῦ περὶ τὰς γυναῖκας γενομένου καὶ τοῦ πλήθους τῶν αἰχμαλώτων διὰ τὴν ἀπαγγελίαν συμπενθοῦντος καὶ πολὺν ὀδυρμὸν προϊεμένου, πυθόμενος ὁ βασιλεὺς τὸ περὶ τὰς γυναῖκας πάθος ἐξέπεμψεν ἕνα τῶν φίλων Λεοννάτον καταπαύσοντα τὴν ταραχὴν καὶ παραμυθησόμενον τὰς περὶ τὴν Σισύγγαμβριν καὶ δηλώσοντα διότι Δαρεῖος μὲν ζῇ, ὁ δ Ἀλέξανδρος ἐπιμέλειαν αὐτῶν ποιήσεται τὴν προσήκουσαν καὶ διότι πρῲ βούλεται προσαγορεῦσαί τε αὐτὰς καὶ διὰ τῶν ἔργων ἀποδείξασθαι τὴν ἰδίαν φιλανθρωπίαν. αἱ μὲν οὖν αἰχμαλωτίδες προσπεσούσης αὐταῖς παραδόξου καὶ παντελῶς ἀπηλπισμένης εὐτυχίας τόν τε Ἀλέξανδρον ὡς θεὸν προσεδέξαντο καὶ τῶν ὀδυρμῶν ἀπηλλάγησαν.
ὁ δὲ βασιλεὺς ἅμ ἡμέρᾳ λαβὼν ἕνα τῶν φίλων τὸν μάλιστα τιμώμενον Ἡφαιστίωνα παρῆλθε πρὸς τὰς γυναῖκας.
ἐχόντων δ ἀμφοτέρων ἐσθῆτας μὲν ὁμοίας, τῷ μεγέθει δὲ καὶ κάλλει προέχοντος τοῦ Ἡφαιστίωνος ἡ Σισύγγαμβρις τοῦτον ὑπολαβοῦσα εἶναι τὸν βασιλέα προσεκύνησεν: διανευόντων δ αὐτῇ τῶν παρεστώτων καὶ τῇ χειρὶ δεικνύντων τὸν Ἀλέξανδρον ἡ μὲν Σισύγγαμβρις αἰδεσθεῖσα τὴν ἄγνοιαν πάλιν ἐξ ἀρχῆς προσεκύνει τὸν Ἀλέξανδρον, ὁ δὲ βασιλεὺς ὑπολαβὼν εἶπεν μηδὲν φροντίσῃς, ὦ μῆτερ: καὶ γὰρ καὶ οὗτος Ἀλέξανδρός ἐστιν.
οὐ μὴν ἀλλὰ τὴν πρεσβῦτιν μητέρα προσαγορεύσας διὰ τῆς φιλανθρωποτάτης προσηγορίας προεσήμαινε τοῖς προητυχηκόσι τὴν μέλλουσαν ἔσεσθαι φιλανθρωπίαν. διαβεβαιωσάμενος δ αὐτὴν ὑπάρξειν δευτέραν μητέρα τοῖς ἔργοις εὐθὺς ἐκύρωσε τὴν διὰ τῶν λόγων ἐπαγγελίαν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기