호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ τοὺσ μὲν τάφουσ τῶν ἡρώων Ἀχιλλέωσ τε καὶ Αἰάντοσ καὶ τῶν ἄλλων ἐναγίσμασι καὶ τοῖσ ἄλλοισ τοῖσ πρὸσ εὐδοξίαν ἀνήκουσιν ἐτίμησεν, αὐτὸσ δὲ τὸν ἐξετασμὸν τῆσ ἀκολουθούσησ δυνάμεωσ ἀκριβῶσ ἐποιήσατο. εὑρέθησαν δὲ πεζοὶ Μακεδόνεσ μὲν μύριοι καὶ δισχίλιοι, σύμμαχοι δὲ ἑπτακισχίλιοι, μισθοφόροι δὲ πεντακισχίλιοι, καὶ τούτων ἁπάντων Παρμενίων εἶχε τὴν ἡγεμονίαν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기