호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
διὸ καὶ πάθη πολλὰ καὶ δεινὰ κατὰ τὴν πόλιν ὁρᾶν ἦν γινόμενα· Ἕλληνεσ γὰρ ὑφ’ Ἑλλήνων ἀνηλεῶσ ἀνῃροῦντο καὶ συγγενεῖσ ὑπὸ τῶν κατὰ γένοσ προσηκόντων ἐφονεύοντο, μηδεμίαν ἐντροπὴν τῆσ ὁμοφώνου διαλέκτου παρεχομένησ. τέλοσ δὲ τῆσ νυκτὸσ ἐπικαταλαβούσησ αἱ μὲν οἰκίαι διηρπάγησαν, τέκνα δὲ καὶ γυναῖκεσ καὶ οἱ γεγηρακότεσ εἰσ τὰ ἱερὰ καταπεφευγότεσ μετὰ τῆσ ἐσχάτησ ὕβρεωσ ἀπήγοντο.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기