- 텍스트

Diodorus Siculus, Library, book xvii, chapter 7

(디오도로스 시켈로스, Library, book xvii, chapter 7)

Δαρεῖος γὰρ παραλαβὼν τὴν βασιλείαν πρὸ μὲν τῆς Φιλίππου τελευτῆς ἐφιλοτιμεῖτο τὸν μέλλοντα πόλεμον εἰς τὴν Μακεδονίαν ἀποστρέψαι:? ἐκείνου δὲ τελευτήσαντος ἀπελύθη τῆς ἀγωνίας, καταφρονήσας τῆς Ἀλεξάνδρου νεότητος. ἐπεὶ δ ἡ διὰ τῶν πράξεων ἐνέργεια καὶ ὀξύτης ἐποίησε μὲν τὴν τῶν Ἑλλήνων ἡγεμονίαν πᾶσαν ἀναλαβεῖν καὶ τὴν ἀρετὴν τοῦ νεανίσκου γενέσθαι περιβόητον, τότε δὴ νουθετηθεὶς τοῖς ἔργοις ὁ Δαρεῖος ἐπιμέλειαν μεγάλην ἐποιεῖτο τῶν δυνάμεων, τριήρεις τε πολλὰς κατασκευαζόμενος καὶ δυνάμεις ἀξιολόγους συνιστάμενος, ἡγεμόνας τε τοὺς ἀρίστους προκρίνων, ἐν οἷς ὑπῆρχε καὶ Μέμνων ὁ Ῥόδιος, διαφέρων ἀνδρείᾳ καὶ συνέσει στρατηγικῇ.

τούτῳ δὲ δοὺς ὁ βασιλεὺς μισθοφόρους πεντακισχιλίους προσέταξε παρελθεῖν ἐπὶ πόλιν Κύζικον καὶ πειρᾶσθαι ταύτην χειρώσασθαι.

οὗτος μὲν οὖν μετὰ τοσούτων στρατιωτῶν προῆγε διὰ τῆς Ἴδης. τὸ δ ὄρος τοῦτο μυθολογοῦσί τινες τυχεῖν ταύτης τῆς προσηγορίας ἀπὸ τῆς Μελισσέως Ἴδης.

μέγιστον δ ὑπάρχον τῶν κατὰ τὸν Ἑλλήσποντον ἔχει κατὰ τὸ μέσον ἄντρον θεοπρεπές, ἐν ᾧ φασι κριθῆναι τὰς θεὰς ὑπ Ἀλεξάνδρου. γενέσθαι δ ἐν τούτῳ λέγεται καὶ τοὺς Ἰδαίους Δακτύλους, οὓς σίδηρον ἐργάσασθαι πρώτους, μαθόντας τὴν ἐργασίαν παρὰ τῆς τῶν θεῶν μητρός.

ἴδιον δέ τι καὶ παράδοξον συμβαίνει γίνεσθαι περὶ τοῦτο τὸ ὄρος. κατὰ γὰρ τὴν τοῦ κυνὸς ἐπιτολὴν ἐπ ἄκρας τῆς κορυφῆς διὰ τὴν νηνεμίαν τοῦ περιέχοντος ἀέρος ὑπερπετῆ γίνεσθαι τὴν ἄκραν τῆς τῶν ἀνέμων πνοῆς, ὁρᾶσθαι δὲ τὸν ἥλιον ἔτι νυκτὸς οὔσης ἀνατέλλοντα, τὰς ἀκτῖνας οὐκ ἐν κυκλοτερεῖ σχήματι γεγραμμένον, ἀλλὰ τὴν φλόγα κατὰ πολλοὺς τόπους ἔχοντα διεσπαρμένην, ὥστε δοκεῖν πυρὰ πλείω θιγγάνειν τοῦ τῆς γῆς ὁρίζοντος.

μετ ὀλίγον δὲ συνάγεται ταῦτα πρὸς ἓν μέγεθος, ἑώς ἂν γένηται τρίπλεθρον διάστημα:

καὶ τότ ἤδη τῆς ἡμέρας ἐπιλαβούσης τὸ φαινόμενον τοῦ ἡλίου μέγεθος πληρωθὲν τὴν τῆς ἡμέρας διάθεσιν κατασκευάζει. ὁ δ οὖν Μέμνων διελθὼν τὴν ὀρεινὴν ἄφνω τῇ πόλει τῶν Κυζικηνῶν προσέπεσεν καὶ παρ ὀλίγον αὐτῆς ἐκυρίευσεν:

ἀποπεσὼν δὲ τῆς ἐπιβολῆς τὴν χώραν αὐτῶν ἐπόρθησε καὶ πολλῶν λαφύρων ἐκυρίευσεν. ἅμα δὲ τούτοις πραττομένοις Παρμενίων Γρύνιον μὲν πόλιν ἑλὼν κατὰ κράτος ἐξηνδραποδίσατο, Πιτάνην δὲ πολιορκοῦντος αὐτοῦ Μέμνων ἐπιφανεὶς καὶ καταπληξάμενος τοὺς Μακεδόνας ἔλυσε τὴν πολιορκίαν.

μετὰ δὲ ταῦτα Κάλλας μὲν ἔχων Μακεδόνας καὶ μισθοφόρους στρατιώτας ἐν τῇ Τρῳάδι συνῆψε μάχην πρὸς τοὺς Πέρσας, ὄντας πολλαπλασίους, καὶ λειφθεὶς ἀπεχώρησεν εἰς τὸ Ῥοίτειον.

καὶ τὰ μὲν κατὰ τὴν Ἀσίαν ἐν τούτοις ἦν. Ἀλέξανδρος δὲ τὰς κατὰ τὴν Ἑλλάδα ταραχὰς καταπαύσας ἐστράτευσεν ἐπὶ τὴν Θρᾴκην καὶ πολλὰ μὲν ἔθνη Θρᾴκια ταραττόμενα καταπληξάμενος ὑποταγῆναι κατηνάγκασεν, ἐπῆλθεν δὲ καὶ τὴν Παιονίαν καὶ τὴν Ἰλλυρίδα καὶ τὰς ὁμόρους ταύταις χώρας καὶ πολλοὺς τῶν κατοικούντων βαρβάρων ἀφεστηκότας χειρωσάμενος ὑπηκόους πάντας τοὺς πλησιοχώρους βαρβάρους ἐποιήσατο.

περὶ ταῦτα δ ὄντος αὐτοῦ παρῆσάν τινες ἀπαγγέλλοντες πολλοὺς τῶν Ἑλλήνων νεωτερίζειν καὶ πολλὰς τῆς Ἑλλάδος πόλεις πρὸς ἀπόστασιν ὡρμηκέναι, μάλιστα δὲ Θηβαίους.

ἐπὶ δὲ τούτοις ὁ βασιλεὺς παροξυνθεὶς ἐπανῆλθεν εἰς τὴν Μακεδονίαν, σπεύδων τὰς κατὰ τὴν Ἑλλάδα παῦσαι ταραχάς. Θηβαίων δὲ τὴν ἐν τῇ Καδμείᾳ φρουρὰν ἐκβάλλειν φιλοτιμουμένων καὶ πολιορκούντων τὴν ἄκραν ἧκεν ὁ βασιλεὺς ἄφνω πρὸς τὴν πόλιν καὶ κατεστρατοπέδευσε πλησίον τῶν Θηβῶν μετὰ πάσης τῆς δυνάμεως.

πρὸς δὲ Ἀρκάδας καὶ Ἀργείους, ἔτι δὲ Ἠλείους πρεσβεύσαντες ἠξίουν βοηθεῖν.

ὁμοίως δὲ καὶ πρὸς Ἀθηναίους περὶ συμμαχίας ἐπρέσβευον καὶ παρὰ Δημοσθένους ὅπλων πλῆθος ἐν δωρεαῖς λαβόντες τοὺς ἀνόπλους καθώπλιζον. τῶν δ ἐπὶ τὴν βοήθειαν παρακεκλημένων οἱ μὲν ἐν Πελοποννήσῳ στρατιώτας ἐξέπεμψαν ἐπὶ τὸν Ἰσθμὸν καὶ διατρίβοντες ἐκαραδόκουν, προσδοκίμου τοῦ βασιλέως ὄντος.

Ἀθηναῖοι δ ἐψηφίσαντο μὲν βοηθεῖν τοῖς Θηβαίοις, πεισθέντες ὑπὸ Δημοσθένους, οὐ μέντοι γε τὴν δύναμιν ἐξέπεμψαν, καραδοκοῦντες τὴν ῥοπὴν τοῦ πολέμου. ὁ δὲ τῆς ἐν τῇ Καδμείᾳ φρουρᾶς ἡγούμενος Φιλώτας ὁρῶν τοὺς Θηβαίους μεγάλας παρασκευὰς ποιουμένους πρὸς τὴν πολιορκίαν καὶ τὰ τείχη φιλοτιμότερον κατεσκεύασεν καὶ βελῶν παντοδαπῶν πλῆθος ἡτοιμάζετο.

ἐπεὶ δ ὁ βασιλεὺς ἀνελπίστως ἐκ τῆς Θρᾴκης ἧκε μετὰ πάσης τῆς δυνάμεως, αἱ μὲν συμμαχίαι τοῖς Θηβαίοις δισταζομένην εἶχον τὴν παρουσίαν, ἡ δὲ τῶν πολεμίων δύναμις ὁμολογουμένην καὶ φανερὰν ἐποιεῖτο τὴν ὑπεροχήν.

τότε δὲ συνεδρεύσαντες οἱ ἡγεμόνες προεβουλεύσαντο περὶ τοῦ πολέμου καὶ πᾶσιν ἔδοξεν ὑπὲρ τῆς αὐτονομίας διαγωνίζεσθαι. τοῦ δὲ πλήθους ἐπικυρώσαντος τὴν γνώμην ἅπαντες μετὰ πολλῆς προθυμίας εἶχον ἑτοίμως διακινδυνεύειν. ὁ δὲ βασιλεὺς τὸ μὲν πρῶτον ἡσυχίαν ἦγε, διδοὺς μετανοίας χρόνον εἰς τὸ βουλεύσασθαι καὶ νομίζων μὴ τολμήσειν μίαν πόλιν πρὸς τηλικαύτην δύναμιν παρατάξασθαι.

εἶχε γὰρ ὁ Ἀλέξανδρος κατὰ τοῦτον τὸν καιρὸν πεζοὺς μὲν πλείους τῶν τρισμυρίων, ἱππεῖς δ οὐκ ἐλάττους τρισχιλίων, πάντας δ ἐνηθληκότας τοῖς πολεμικοῖς κινδύνοις καὶ συνεστρατευμένους Φιλίππῳ καὶ σχεδὸν ἐν πάσαις ταῖς μάχαις ἀηττήτους γεγονότας:

ὧν δὴ ταῖς ἀρεταῖς καὶ προθυμίαις πεποιθὼς Ἀλέξανδρος ἐπεβάλετο καταλῦσαι τὴν τῶν Περσῶν ἡγεμονίαν. εἰ μὲν οὖν οἱ Θηβαῖοι τοῖς καιροῖς εἴξαντες διεπρεσβεύοντο πρὸς τοὺς Μακεδόνας ὑπὲρ εἰρήνης καὶ συνθέσεως, ἡδέως ἂν ὁ βασιλεὺς προσεδέξατο τὰς ἐντεύξεις καὶ πάντα ἂν ἀξιούμενος συνεχώρησεν:

ἐπεθύμει γὰρ τὰς κατὰ τὴν Ἑλλάδα ταραχὰς ἀποτριψάμενος ἀπερίσπαστον ἔχειν τὸν πρὸς τοὺς Πέρσας πόλεμον: νῦν δὲ δόξας ὑπὸ τῶν Θηβαίων καταφρονεῖσθαι διέγνω τὴν πόλιν ἄρδην ἀνελεῖν καὶ τῷ φόβῳ τούτῳ τὰς ὁρμὰς τῶν ἀφίστασθαι τολμώντων ἀποτρέψαι. διόπερ τὴν δύναμιν ἑτοίμην κατασκευάσας πρὸς τὸν κίνδυνον ἐκήρυξε τὸν βουλόμενον Θηβαίων ἀπιέναι πρὸς αὐτὸν καὶ μετέχειν τῆς κοινῆς τοῖς Ἕλλησιν εἰρήνης.

οἱ δὲ Θηβαῖοι διαφιλοτιμηθέντες ἀντεκήρυξαν ἀπό τινος ὑψηλοῦ πύργου τὸν βουλόμενον μετὰ τοῦ μεγάλου βασιλέως καὶ Θηβαίων ἐλευθεροῦν τοὺς Ἕλληνας καὶ καταλύειν τὸν τῆς Ἑλλάδος τύραννον παριέναι πρὸς αὐτούς. ὅθεν Ἀλέξανδρος περιαλγὴς γενόμενος εἰς ὑπερβάλλουσαν ὀργὴν προῆλθεν καὶ πάσῃ τιμωρίᾳ τοὺς Θηβαίους μετελθεῖν ἔκρινεν.

οἱ δ Ἕλληνες πυνθανόμενοι τὸ μέγεθος τῶν περὶ τοὺς Θηβαίους κινδύνων ἐδυσφόρουν ἐπὶ ταῖς προσδοκωμέναις περὶ αὐτῶν συμφοραῖς, οὐ μὴν βοηθεῖν γ ἐτόλμων τῇ πόλει διὰ τὸ προπετῶς καὶ ἀβούλως εἰς ὁμολογουμένην ἀπώλειαν ἑαυτὴν δεδωκέναι.

οἱ δὲ Θηβαῖοι ταῖς μὲν εὐτολμίαις προθύμως ἀνεδέχοντο τοὺς κινδύνους, φήμαις δέ τισι μάντεων καὶ θεῶν σημείοις ἠποροῦντο.

πρῶτον μὲν γὰρ ἐν τῷ τῆς Δήμητρος ἱερῷ λεπτὸν ἀράχνης ὕφασμά τι διαπεπετασμένον ὤφθη, τὸ μὲν μέγεθος ἔχον ἱματίου, κύκλῳ δὲ περιφαῖνον ἶριν τῇ κατ οὐρανὸν ἐοικυῖαν. περὶ οὗ τὸ μὲν ἐν Δελφοῖς χρηστήριον ἔδωκεν αὐτοῖς τόνδε τὸν χρησμόν:

σημεῖον τόδε πᾶσι θεοὶ φαίνουσι βροτοῖσι, Βοιωτοῖς δὲ μάλιστα καὶ οἳ περιναιετάουσι. τὸ δὲ πάτριον τῶν Θηβαίων μαντεῖον τοῦτον ἐξήνεγκε τὸν χρησμόν: ἱστὸς ὑφαινόμενος ἄλλῳ κακόν, ἄλλῳ ἄμεινον. τοῦτο μὲν οὖν τὸ σημεῖον ἐγένετο τρισὶ μησὶν ἀνωτέρω τῆς Ἀλεξάνδρου παρουσίας ἐπὶ τὰς Θήβας, ὑπ αὐτὴν δὲ τὴν ἔφοδον τοῦ βασιλέως οἱ κατὰ τὴν ἀγορὰν ἀνδριάντες ἐφάνησαν ἱδρῶτας ἀφιέντες καὶ μεστοὶ σταλαγμῶν μεγάλων.

χωρὶς δὲ τούτων ἧκόν τινες τοῖς ἄρχουσιν ἀπαγγέλλοντες τὴν ἐν Ὀγχηστῷ λίμνην μυκήματι παραπλήσιον φωνὴν ἀφιέναι, τῇ δὲ Δίρκῃ κατὰ τὴν ἐπιφάνειαν τοῦ ὕδατος αἱματοειδῆ φρίκην ἐπιτρέχειν. ἕτεροι δὲ ἧκον ἐκ Δελφῶν μηνύοντες ὅτι ὁ ἀπὸ Φωκέων ναός, ὃν ἱδρύσαντο Θηβαῖοι, ᾑματωμένην ἔχων τὴν ὀροφὴν ὁρᾶται.

οἱ δὲ ἐπὶ τὴν τῶν σημείων διάκρισιν ἀσχολούμενοι σημαίνειν ἔφασαν τὸ μὲν ὕφασμα θεῶν ἀπὸ τῆς πόλεως χωρισμόν, τὸ δὲ τῆς ἴριδος χρῶμα πραγμάτων ποικίλων χειμῶνα, τὸν δὲ τῶν ἀνδριάντων ἱδρῶτα ὑπερβάλλουσαν κακοπάθειαν, τὸ δ ἐν πλείοσι τόποις φαινόμενον αἷμα φόνον πολὺν κατὰ τὴν πόλιν ἐσόμενον. συνεβούλευον οὖν τῶν θεῶν φανερῶς σημαινόντων τὴν ἐσομένην τῇ πόλει συμφορὰν μὴ συγκαταβαίνειν εἰς τὸ διὰ μάχης κρίνειν τὸν πόλεμον, ἑτέραν δὲ διάλυσιν ζητεῖν διὰ λόγων ἀσφαλεστέραν.

οὐ μὴν οἱ Θηβαῖοί γε ταῖς ψυχαῖς ἐμαλακύνοντο, τοὐναντίον δὲ τοῖς θυμοῖς προαχθέντες ἀνεμίμνησκον ἀλλήλους τὴν ἐν Λεύκτροις εὐημερίαν καὶ τῶν ἄλλων παρατάξεων ἐν αἷς θαυμαστῶς ταῖς ἰδίαις ἀνδραγαθίαις ἀνελπίστους νίκας περιεποιήσαντο. οἱ μὲν οὖν Θηβαῖοι τοῖς παραστήμασιν ἀνδρειότερον μᾶλλον ἢ φρονιμώτερον χρησάμενοι προέπεσον εἰς πάνδημον τῆς πατρίδος ὄλεθρον: ὁ δὲ βασιλεὺς ἐν τρισὶ ταῖς πάσαις ἡμέραις ἑτοιμασάμενος τὰ πρὸς τὴν πολιορκίαν τὰς δυνάμεις διείλετο εἰς τρία μέρη καὶ τὸ μὲν τοῖς χαρακώμασι τοῖς πρὸ τῆς πόλεως κατεσκευασμένοις προσβάλλειν ἔταξε, τὸ δὲ τοῖς Θηβαίοις ἀντιτάττεσθαι, τὸ δὲ τρίτον ἐφεδρεύειν τῷ πονοῦντι μέρει τῆς δυνάμεως καὶ διαδέχεσθαι τὴν μάχην.

οἱ δὲ Θηβαῖοι τοὺς μὲν ἱππεῖς ἐντὸς τοῦ χαρακώματος ἔταξαν, τοὺς δ ἐλευθερωθέντας οἰκέτας καὶ τοὺς φυγάδας καὶ τοὺς μετοίκους τοῖς πρὸς τὰ τείχη βιαζομένοις ἀντέταξαν, αὐτοὶ δὲ τοῖς μετὰ τοῦ βασιλέως Μακεδόσι πολλαπλασίοις οὖσι συνάπτειν μάχην πρὸ τῆς πόλεως ἡτοιμάζοντο.

τέκνα δὲ καὶ γυναῖκες συνέτρεχον εἰς τὰ ἱερὰ καὶ τοὺς θεοὺς ἱκέτευον σῶσαι τὴν πόλιν ἐκ τῶν κινδύνων.

ὡς δ ἤγγισαν οἱ Μακεδόνες καὶ τοῖς τεταγμένοις μέρεσιν ἕκαστοι προσέπεσον, αἱ μὲν σάλπιγγες ἐσήμαινον τὸ πολεμικόν, αἱ δὲ παρ ἀμφοτέροις δυνάμεις ὑφ ἕνα καιρὸν συνηλάλαξαν καὶ τὰ κοῦφα τῶν βελῶν ἐπὶ τοὺς πολεμίους ἔβαλον. ταχὺ δὲ τούτων ἐξαναλωθέντων καὶ πάντων εἰς τὴν ἀπὸ τοῦ ξίφους μάχην συμπεσόντων μέγας ἀγὼν συνίστατο.

οἱ μὲν γὰρ Μακεδόνες διὰ τὸ πλῆθος τῶν ἀνδρῶν καὶ τὸ βάρος τῆς φάλαγγος δυσυπόστατον εἶχον τὴν βίαν, οἱ δὲ Θηβαῖοι ταῖς τῶν σωμάτων ῥώμαις ὑπερέχοντες καὶ τοῖς ἐν τοῖς γυμνασίοις συνεχέσιν ἀθλήμασιν, ἔτι δὲ τῷ παραστήματι τῆς ψυχῆς πλεονεκτοῦντες ἐνεκαρτέρουν τοῖς δεινοῖς. διὸ καὶ παρ ἀμφοτέροις πολλοὶ μὲν κατετιτρώσκοντο, οὐκ ὀλίγοι δ ἔπιπτον ἐναντίας λαμβάνοντες πληγάς.

ὁμοῦ δ ἦν κατὰ τὰς ἐν τοῖς ἀγῶσι συμπλοκὰς μυγμὸς καὶ βοὴ καὶ παρακελευσμός, παρὰ μὲν τοῖς Μακεδόσι μὴ καταισχῦναι τὰς προγεγενημένας ἀνδραγαθίας, παρὰ δὲ τοῖς Θηβαίοις μὴ περιιδεῖν τέκνα καὶ γυναῖκας καὶ γονεῖς ὑπὲρ ἀνδραποδισμοῦ κινδυνεύοντας καὶ τὴν πατρίδα πανοίκιον ὑπὸ τοὺς Μακεδόνων θυμοὺς ὑποπεσοῦσαν, μνησθῆναι δὲ τῆς ἐν Λεύκτροις καὶ ἐν Μαντινείᾳ μάχης καὶ τῶν παρὰ πᾶσι περιβοήτων ἀνδραγαθημάτων. ἐπὶ πολὺν μὲν οὖν χρόνον ἰσόρροπος ἦν ἡ μάχη διὰ τὴν ὑπερβολὴν τῆς τῶν ἀγωνιζομένων ἀνδρείας. μετὰ δὲ ταῦτα ὁ Ἀλέξανδρος ὁρῶν τοὺς μὲν Θηβαίους ἑτοίμως ὑπὲρ τῆς ἐλευθερίας ἀγωνιζομένους, τοὺς δὲ Μακεδόνας κάμνοντας τῇ μάχῃ προσέταξε τοὺς ἐπὶ τῆς ἐφεδρίας τεταγμένους διαδέξασθαι τὸν ἀγῶνα.

οἱ μὲν οὖν Μακεδόνες ἄφνω προσπεσόντες τοῖς Θηβαίοις κατακόποις βαρεῖς ἐπέκειντο τοῖς πολεμίοις καὶ πολλοὺς ἀνῄρουν. οὐ μὴν οἱ Θηβαῖοι τῆς νίκης ἐξεχώρουν, τοὐναντίον δὲ τῇ φιλοτιμίᾳ προαχθέντες πάντων τῶν δεινῶν κατεφρόνουν.

ἐπὶ τοσοῦτο δὲ ταῖς ἀνδραγαθίαις προέβησαν ὥστε βοᾶν ὅτι Μακεδόνες ὁμολογοῦσιν ἥττους εἶναι Θηβαίων, καὶ τῶν ἄλλων πάντων εἰωθότων ἐν ταῖς διαδοχαῖς τῶν πολεμίων δεδιέναι τοὺς ἀκεραίους τῶν ἐφεδρευόντων οὗτοι μόνοι τότε θρασύτεροι πρὸς τοὺς κινδύνους ὑπῆρξαν, ὅθ οἱ πολέμιοι διαδοχὴν ἐξέπεμψαν τοῖς καταπονουμένοις ὑπὸ τῆς κακοπαθείας. ἀνυπερβλήτου δὲ τῆς φιλοτιμίας γινομένης ὁ βασιλεὺς κατανοήσας τινὰ πυλίδα καταλελειμμένην ὑπὸ τῶν φυλάκων ἐξαπέστειλε Περδίκκαν μετὰ στρατιωτῶν ἱκανῶν καταλαβέσθαι ταύτην καὶ παρεισπεσεῖν εἰς τὴν πόλιν.

τούτου δὲ ταχὺ τὸ προσταχθὲν ποιήσαντος οἱ μὲν Μακεδόνες διὰ τῆς πυλίδος παρεισέπεσον εἰς τὴν πόλιν, οἱ δὲ Θηβαῖοι καταπεπονηκότες μὲν τὴν πρώτην φάλαγγα τῶν Μακεδόνων, ἀντιταχθέντες δ εὐρώστως τῇ δευτέρᾳ εὐέλπιδες ἦσαν περὶ τῆς νίκης:

ὡς δὲ κατενόησαν μέρος τῆς πόλεως κατειλημμένον, εὐθὺς ἀνεχώρησαν ἐντὸς τῶν τειχῶν. ἅμα δὲ τούτοις πραττομένοις οἱ μὲν τῶν Θηβαίων ἱππεῖς ὁμοίως τοῖς πεζοῖς συνέτρεχον εἰς τὴν πόλιν καὶ πολλοὺς μὲν τῶν ἰδίων συμπατοῦντες διέφθειρον, αὐτοὶ δὲ τεταραγμένως εἰσίππευον εἰς τὴν πόλιν, ἐν δὲ ταῖς διεξόδοις καὶ τάφροις τοῖς οἰκείοις ὅπλοις περιπίπτοντες ἐτελεύτων.

οἱ δὲ τὴν Καδμείαν φρουροῦντες ἐκχυθέντες ἐκ τῆς ἀκροπόλεως ἀπήντων τοῖς Θηβαίοις καὶ τεταραγμένοις ἐπιπεσόντες πολὺν ἐποίουν φόνον. τῆς δὲ πόλεως τοῦτον τὸν τρόπον καταλαμβανομένης πολλαὶ καὶ ποικίλαι περιστάσεις ἐντὸς τῶν τειχῶν ἐγίνοντο.

οἱ μὲν γὰρ Μακεδόνες διὰ τὴν ὑπερηφανίαν τοῦ κηρύγματος πικρότερον ἢ πολεμικώτερον προσεφέροντο τοῖς Θηβαίοις καὶ μετὰ πολλῆς ἀπειλῆς ἐπιφερόμενοι τοῖς ἠτυχηκόσιν ἀφειδῶς ἀνῄρουν πάντας τοὺς περιτυγχάνοντας. οἱ δὲ Θηβαῖοι τὸ φιλελεύθερον τῆς ψυχῆς διαφυλάττοντες τοσοῦτον ἀπεῖχον τοῦ φιλοζωεῖν ὥστ ἐν ταῖς ἀπαντήσεσι συμπλέκεσθαι καὶ τὰς παρὰ τῶν πολεμίων ἐπισπᾶσθαι πληγάς:

ἑαλωκυίας γὰρ τῆς πόλεως οὐδεὶς Θηβαίων ἑωράθη δεηθεὶς τῶν Μακεδόνων φείσασθαι τοῦ ζῆν οὐδὲ προσέπιπτον τοῖς τῶν κρατούντων γόνασιν ἀγεννῶς. ἀλλ οὔτε τὸ τῆς ἀρετῆς πάθος ἠλεεῖτο παρὰ τοῖς πολεμίοις οὔτε τὸ τῆς ἡμέρας μῆκος ἤρκει πρὸς τὴν ὠμότητα τῆς τιμωρίας, πᾶσα δὲ ἡ πόλις ἐξεφορεῖτο παιδίων ὁμοῦ καὶ παρθένων ἑλκομένων καὶ τὸ τῆς τεκούσης οἰκτρὸν ἐπιβοωμένων ὄνομα:

Καθόλου δὲ τῶν οἴκων σὺν ὅλαις ταῖς συγγενείαις ἁρπαζομένων πάνδημος ὑπῆρχε τῆς πόλεως ἀνδραποδισμός. τῶν δὲ ὑπολελειμμένων Θηβαίων οἱ μὲν κατατετρωμένοι τὰ σώματα καὶ λιποψυχοῦντες συνεπλέκοντο τοῖς πολεμίοις, συναποθνήσκοντες τῇ τῶν ἐχθρῶν ἀπωλείᾳ, οἱ δὲ κλάσματι δόρατος ἐρειδόμενοι συνήντων τοῖς ἐπιφερομένοις καὶ διαγωνιζόμενοι τὸν ὕστατον ἀγῶνα προετίμων τὴν ἐλευθερίαν τῆς σωτηρίας.

πολλοῦ δὲ φόνου γενομένου καὶ τῆς πόλεως κατὰ πάντα τόπον νεκρῶν πληρουμένης οὐκ ἦν ὅστις ἰδὼν οὐκ ἂν ἠλέησε τὰς τύχας τῶν ἀκληρούντων.

καὶ γὰρ τῶν Ἑλλήνων Θεσπιεῖς καὶ Πλαταιεῖς, ἔτι δ Ὀρχομένιοι καί τινες ἄλλοι τῶν ἀλλοτρίως διακειμένων πρὸς τοὺς Θηβαίους συστρατευόμενοι τῷ βασιλεῖ συνεισέπεσον εἰς τὴν πόλιν καὶ τὴν ἰδίαν ἔχθραν ἐν τοῖς τῶν ἠτυχηκότων ἀκληρήμασιν ἐναπεδείκνυντο. διὸ καὶ πάθη πολλὰ καὶ δεινὰ κατὰ τὴν πόλιν ὁρᾶν ἦν γινόμενα:

Ἕλληνες γὰρ ὑφ Ἑλλήνων ἀνηλεῶς ἀνῃροῦντο καὶ συγγενεῖς ὑπὸ τῶν κατὰ γένος προσηκόντων ἐφονεύοντο, μηδεμίαν ἐντροπὴν τῆς ὁμοφώνου διαλέκτου παρεχομένης. τέλος δὲ τῆς νυκτὸς ἐπικαταλαβούσης αἱ μὲν οἰκίαι διηρπάγησαν, τέκνα δὲ καὶ γυναῖκες καὶ οἱ γεγηρακότες εἰς τὰ ἱερὰ καταπεφευγότες μετὰ τῆς ἐσχάτης ὕβρεως ἀπήγοντο. τῶν δὲ Θηβαίων ἀνῃρέθησαν μὲν ὑπὲρ τοὺς ἑξακισχιλίους, αἰχμάλωτα δὲ σώματα συνήχθη πλείω τῶν τρισμυρίων, χρημάτων δὲ ἄπιστον πλῆθος διεφορήθη.

ὁ δὲ βασιλεὺς τοὺς μὲν τελευτήσαντας τῶν Μακεδόνων ἔθαψε, πλείους ὄντας τῶν πεντακοσίων, τοὺς δὲ συνέδρους τῶν Ἑλλήνων συναγαγὼν ἐπέτρεψε τῷ κοινῷ συνεδρίῳ πῶς χρηστέον τῇ πόλει τῶν Θηβαίων.

προτεθείσης οὖν βουλῆς τῶν ἀλλοτρίως διακειμένων τοῖς Θηβαίοις τινὲς ἐπεχείρουν συμβουλεύειν ἀπαραιτήτοις τιμωρίαις δεῖν περιβαλεῖν αὐτούς, ἀπεδείκνυον δ αὐτοὺς τὰ τῶν βαρβάρων πεφρονηκότας κατὰ τῶν Ἑλλήνων:

καὶ γὰρ ἐπὶ Ξέρξου συμμαχοῦντας τοῖς Πέρσαις ἐστρατευκέναι κατὰ τῆς Ἑλλάδος καὶ μόνους τῶν Ἑλλήνων ὡς εὐεργέτας τιμᾶσθαι παρὰ τοῖς βασιλεῦσι τῶν Περσῶν καὶ πρὸ τῶν βασιλέων τοῖς πρεσβεύουσι τῶν Θηβαίων τίθεσθαι θρόνους. πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα διελθόντες παρώξυναν τὰς τῶν συνέδρων ψυχὰς κατὰ τῶν Θηβαίων καὶ πέρας ἐψηφίσαντο τὴν μὲν πόλιν κατασκάψαι, τοὺς δ αἰχμαλώτους ἀποδόσθαι, τοὺς δὲ φυγάδας τῶν Θηβαίων ἀγωγίμους ὑπάρχειν ἐξ ἁπάσης τῆς Ἑλλάδος καὶ μηδένα τῶν Ἑλλήνων ὑποδέχεσθαι Θηβαῖον.

ὁ δὲ βασιλεὺς ἀκολούθως τῇ τοῦ συνεδρίου γνώμῃ τὴν μὲν πόλιν κατασκάψας πολὺν ἐπέστησε φόβον τοῖς ἀφισταμένοις τῶν Ἑλλήνων, τοὺς δ αἰχμαλώτους λαφυροπωλήσας ἤθροισεν ἀργυρίου τάλαντα τετρακόσια καὶ τεσσαράκοντα.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION