호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἠξιώθη δὲ τῆς βασιλείας ὁ Δαρεῖος δοκῶν πολὺ προέχειν ἀνδρείᾳ Περσῶν:? Ἀρταξέρξου γάρ ποτε τοῦ βασιλέως πολεμοῦντος πρὸς Καδουσίους καί τινος τῶν Καδουσίων ἐπ ἀλκῇ καὶ ἀνδρείᾳ διαβεβοημένου προκαλεσαμένου τὸν βουλόμενον Περσῶν μονομαχῆσαι ἄλλος μὲν οὐδεὶς ἐτόλμησεν ὑπακοῦσαι, μόνος δὲ Δαρεῖος ὑποστὰς τὸν κίνδυνον τὸν προκαλεσάμενον ἀπέκτεινεν καὶ ὑπὸ μὲν τοῦ βασιλέως μεγάλαις ἐτιμήθη δωρεαῖς, παρὰ δὲ τοῖς Πέρσαις τὸ πρωτεῖον τῆς ἀνδρείας ἀπηνέγκατο. διὰ ταύτην δὴ τὴν ἀνδραγαθίαν ἄξιος τῆς βασιλείας νομισθεὶς παρέλαβε τὴν ἀρχὴν περὶ τούτους τοὺς χρόνους, ἐν οἷς Φιλίππου τελευτήσαντος διεδέξατο τὴν βασιλείαν Ἀλέξανδρος.
τοιοῦτον δ ἄνδρα τῆς τύχης παραδούσης ἀντίπαλον τῇ κατ Ἀλέξανδρον ἀρετῇ συνέβη πολλοὺς καὶ μεγάλους ἀγῶνας συστῆναι περὶ τοῦ πρωτείου.
ἀλλὰ περὶ μὲν τούτων αἱ κατὰ μέρος πράξεις ἕκαστα δηλώσουσιν: ἡμεῖς δ ἐπὶ τὸ συνεχὲς τῆς ἱστορίας τρεψόμεθα.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기