호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
περὶ δὲ τῆσ τῶν Περσῶν βασιλείασ μέλλοντασ ἡμᾶσ ἀναγράφειν ἀναγκαῖόν ἐστι βραχὺ τοῖσ χρόνοισ προαναλαβεῖν τὴν ἱστορίαν. Φιλίππου γὰρ ἔτι βασιλεύοντοσ ἦρχε τῶν Περσῶν Ὦχοσ καὶ προσεφέρετο τοῖσ ὑποτεταγμένοισ ὠμῶσ καὶ βιαίωσ. μισουμένου δὲ αὐτοῦ διὰ τὴν χαλεπότητα τῶν τρόπων Βαγώασ ὁ χιλίαρχοσ, εὐνοῦχοσ μὲν ὢν τὴν ἕξιν, πονηρὸσ δὲ καὶ πολεμικὸσ τὴν φύσιν, ἀνεῖλε φαρμάκῳ τὸν Ὦχον διά τινοσ ἰατροῦ, τὸν δὲ νεώτατον τῶν υἱῶν τοῦ βασιλέωσ Ἀρσὴν εἰσήγαγεν εἰσ τὴν βασιλείαν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기