- 텍스트

Diodorus Siculus, Library, book xvii, chapter 1

(디오도로스 시켈로스, Library, book xvii, chapter 1)

ἡ μὲν πρὸ ταύτης βύβλος, οὖσα τῆς ὅλης συντάξεως ἑξκαιδεκάτη, τὴν ἀρχὴν ἔσχεν ἀπὸ τῆς Φιλίππου τοῦ Ἀμύντου βασιλείας:? περιελήφθησαν δ ἐν αὐτῇ πράξεις αἱ μὲν τοῦ Φιλίππου πᾶσαι μέχρι τῆς τελευτῆς, αἱ δὲ τῶν ἄλλων βασιλέων τε καὶ ἐθνῶν καὶ πόλεων ὅσαι γεγόνασι κατὰ τοὺς τῆς βασιλείας ταύτης χρόνους, ὄντας ἐτῶν εἴκοσι καὶ τεσσάρων. ἐν ταύτῃ δὲ τὰς συνεχεῖς πράξεις ἀναγράφοντες ἀρξόμεθα μὲν ἀπὸ τῆς Ἀλεξάνδρου βασιλείας, περιλαβόντες δὲ τὰ τούτῳ τῷ βασιλεῖ πραχθέντα μέχρι τῆς τελευτῆς συναναγράψομεν καὶ τὰ ἅμα τούτοις συντελεσθέντα ἐν τοῖς γνωριζομένοις μέρεσι τῆς οἰκουμένης:

οὕτω γὰρ μάλιστα ὑπολαμβάνομεν τὰς πράξεις εὐμνημονεύτους ἔσεσθαι, κεφαλαιωδῶς τεθείσας καὶ συνεχὲς ἐχούσας ταῖς ἀρχαῖς τὸ τέλος. ἐν ὀλίγῳ δὲ χρόνῳ μεγάλας πράξεις οὗτος ὁ βασιλεὺς κατειργάσατο καὶ διὰ τὴν ἰδίαν σύνεσίν τε καὶ ἀνδρείαν ὑπερεβάλετο τῷ μεγέθει τῶν ἔργων πάντας τοὺς ἐξ αἰῶνος τῇ μνήμῃ παραδεδομένους βασιλεῖς:

ἐν ἔτεσι γὰρ δώδεκα καταστρεψάμενος τῆς μὲν Εὐρώπης οὐκ ὀλίγα, τὴν δὲ Ἀσίανσχεδὸν ἅπασαν εἰκότως περιβόητον ἔσχε τὴν δόξαν καὶ τοῖς παλαιοῖς ἡρ´ωσι καὶ ἡμιθέοις ἰσάζουσαν.

ἀλλὰ γὰρ οὐκ ἀναγκαῖον ἡμῖν ἐν τῷ προοιμίῳ προλαμβάνειν τι τῶν κατωρθωμένων τούτῳ τῷ βασιλεῖ: αὐταὶ γὰρ αἱ κατὰ μέρος πράξεις ἱκανῶς μηνύσουσι τὸ μέγεθος τῆς δόξης αὐτοῦ. Ἀλέξανδρος οὖν γεγονὼς κατὰ πατέρα μὲν ἀφ Ἡρακλέους, κατὰ δὲ μητέρα τῶν Αἰακιδῶν οἰκείαν ἔσχε τὴν φύσιν καὶ τὴν ἀρετὴν τῆς τῶν προγόνων εὐδοξίας.

ἡμεῖς δὲ τοὺς ἁρμόττοντας τῇ γραφῇ χρόνους παραθέντες ἐπὶ τὰς οἰκείας τῆς ὑποκειμένης ἱστορίας πράξεις τρεψόμεθα. ἐπ ἄρχοντος γὰρ Ἀθήνησιν Εὐαινέτου Ῥωμαῖοι κατέστησαν ὑπάτους Λεύκιον Φούριον καὶ Γάιον Μάνιον.

ἐπὶ δὲ τούτων Ἀλέξανδρος διαδεξάμενος τὴν βασιλείαν πρῶτον μὲν τοὺς φονεῖς τοῦ πατρὸς τῆς ἁρμοζούσης τιμωρίας ἠξίωσε, μετὰ δὲ ταῦτα τῆς ταφῆς τοῦ γονέως τὴν ἐνδεχομένην ἐπιμέλειαν ποιησάμενος κατέστησε τὰ κατὰ τὴν ἀρχὴν πολὺ κάλλιον ἢ πάντες προσεδόκησαν. νέος γὰρ ὢν παντελῶς καὶ διὰ τὴν ἡλικίαν ὑπό τινων καταφρονούμενος πρῶτον μὲν τὰ πλήθη οἰκείοις λόγοις παρεστήσατο πρὸς εὔνοιαν:

ἔφη γὰρ ὄνομα μόνον διηλλάχθαι βασιλέως, τὰς δὲ πράξεις χειρισθήσεσθαι μηδὲν καταδεέστερον τῆς ἐπὶ τοῦ πατρὸς γενομένης οἰκονομίας: ἔπειτα ταῖς πρεσβείαις χρηματίσας φιλανθρώπως παρεκάλεσε τοὺς Ἕλληνας τηρεῖν τὴν πρὸς αὐτὸν πατροπαράδοτον εὔνοιαν. τῶν δὲ στρατιωτῶν πυκνὰς ποιησάμενος ἐξοπλισίας μελέτας τε καὶ γυμνασίας πολεμικὰς εὐπειθῆ κατεσκεύασε τὴν δύναμιν.

ἔχων δὲ τῆς βασιλείας ἔφεδρον Ἄτταλον τὸν ἀδελφὸν Κλεοπάτρας τῆς ἐπιγαμηθείσης ὑπὸ Φιλίππου τοῦτον ἔκρινεν ἐκ τοῦ ζῆν μεταστῆσαι: καὶ γὰρ ἐτύγχανε παιδίον ἐκ τῆς Κλεοπάτρας γεγονὸς τῷ Φιλίππῳ τῆς τελευτῆς τοῦ βασιλέως ὀλίγαις πρότερον ἡμέραις. ὁ δ Ἄτταλος προαπεσταλμένος ἦν εἰς τὴν Ἀσίαν στρατηγὸς τῶν δυνάμεων μετὰ Παρμενίωνος, εὐεργετικὸς δ ὢν καὶ ταῖς ὁμιλίαις ἐκθεραπεύων τοὺς στρατιώτας μεγάλης ἐτύγχανεν ἀποδοχῆς ἐν τῷ στρατοπέδῳ.

εὐλόγως οὖν τοῦτον εὐλαβεῖτο μήποτε τῆς ἀρχῆς ἀντιποιήσηται, συνεργοὺς λαβὼν τῶν Ἑλλήνων τοὺς ἐναντιουμένους ἑαυτῷ. διόπερ τῶν φίλων προχειρισάμενος Ἑκαταῖον ἐξαπέστειλεν εἰς τὴν Ἀσίαν μετὰ τῶν ἱκανῶν στρατιωτῶν, δοὺς ἐντολὰς μάλιστα μὲν ἀγαγεῖν ζῶντα τὸν Ἄτταλον, ἐὰν δὲ τοῦτο μὴ δύνηται κατεργάσασθαι, δολοφονῆσαι τὸν ἄνδρα τὴν ταχίστην.

οὗτος μὲν οὖν διαβὰς εἰς τὴν Ἀσίαν καὶ συμμίξας τοῖς περὶ τὸν Παρμενίωνα καὶ Ἄτταλον ἐπετήρει τὸν καιρὸν τῆς προκεχειρισμένης πράξεως.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION