- 텍스트

Plutarch, Brutus, chapter 25

(플루타르코스, Brutus, chapter 25)

ἐκ τούτου πεντήκοντα μὲν αὐτῷ μυριάδας Ἀντίστιος ἀφ ὧν ἦγε καὶ αὐτὸς εἰς Ἰταλίαν χρημάτων δίδωσιν, ὅσοι δὲ περὶ Θεσσαλίαν ἔτι τῆς Πομπηϊού στρατιᾶς ἐπλανῶντο συνέρρεον ἀσμένως πρὸς αὐτόν ἱππεῖς δὲ πεντακοσίους ἀφείλετο Κίννα πρὸς Δολοβέλλαν ἄγοντος εἰς Ἀσίαν.? ἐπιπλεύσας τε τῇ Δημητριάδι, πολλῶν ὅπλων ἐξαγομένων πρὸς Ἀντώνιον, ἃ Καίσαρος τοῦ προτέρου κελεύσαντος ἐπὶ τὸν Παρθικὸν ἐποιήθη πόλεμον, ἐκράτησεν.

Ὁρτησίου δὲ τοῦ στρατηγοῦ παραδόντος αὐτῷ Μακεδονίαν, καὶ τῶν ἐν κύκλῳ βασιλέων καὶ δυναστῶν συνισταμένων καὶ προστιθεμένων, ἀγγέλλεται Γάϊος, ὁ Ἀντωνίου ἀδελφὸς, ἐξ Ἰταλίας διαβεβηκὼς βαδίζειν εὐθὺς ἐπὶ τὰς δυνάμεις ἃς ἐν Ἐπιδάμνῳ καὶ Ἀπολλωνίᾳ Βατίνιος συνεῖχε, βουλόμενος οὖν φθάσαι καὶ προλαβεῖν ὁ Βροῦτος ἐξαίφνης ἀναστήσας τοὺς σὺν αὐτῷ διὰ χωρίων χαλεπῶν νιφόμενος ἐπορεύετο: καὶ πολὺ προῆλθε τοὺς κομίζοντας τὸ ἄριστον, ἐγγὺς οὖν Ἐπιδάμνου γενόμενος διὰ κόπον καὶ ψῦχος ἐβουλιμίασε.

συμπίπτει δὲ μάλιστα τὸ πάθος χιόνος οὔσης πονοῦσι καὶ κτήνεσι καὶ ἀνθρώποις, εἴτε τοῦ θερμοῦ διὰ περίψυξιν καὶ πύκνωσιν, ὅταν ἐντὸς ἅπαν καθειρχθῇ, τὴν τροφὴν ἁθρόως ἀναλίσκοντος, εἴτε δριμεῖα καὶ λεπτὴ τῆς χιόνος διαλυομένης ἰοῦσα πνοὴ τέμνει τὸ σῶμα καὶ διαφθείρει τὸ θερμὸν ἐξ αὐτοῦ θύραζε διασπειρόμενον. τὰς γὰρ ἐφιδρώσεις παρέχειν δοκεῖ τὸ θερμὸν ἀπαντῶντι τῷ ψυχρῷ περὶ τὴν ἐπιφάνειαν σβεννύμενον.

ὑπὲρ ὧν ἐν ἑτέροις μᾶλλον ἠπόρηται.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION