- 텍스트

Lucian, Dialogi mortuorum, Μένιππος καὶ Τειρεσίας.?

(루키아노스, Dialogi mortuorum, Μένιππος καὶ Τειρεσίας.)

Ὦ Τειρεσία, εἰ μὲν καὶ τυφλὸς εἶ, οὐκέτι διαγνῶναι ῥᾴδιον: ἅπασι γὰρ ἡμῖν ὁμοίως τὰ ὄμματα κενά, μόνον δὲ αἱ χῶραι αὐτῶν: τὰ δ᾿ ἄλλα οὐκέτ᾿ ἂν εἰπεῖν ἔχοις, τίς ὁ Φινεὺς ἦν ἢ τίς ὁ Λυγκεύς. ὅτι μέντοι μάντις ἦσθα καὶ ὅτι ἀμφότερα ἐγένου μόνος καὶ ἀνὴρ καὶ γυνή, τῶν ποιητῶν ἀκούσας οἶδα. πρὸς τῶν θεῶν τοιγαροῦν εἰπέ μοι, ὁποτέρου ἐπειράθης ἡδίονος τῶν βίων, ὁπότε ἀνὴρ ἦσθα, ἢ ὁ γυναικεῖος ἀμείνων ἦν· Παρὰ πολύ, ὦ Μένιππε, ὁ γυναικεῖος: ἀπραγμονέστερος γὰρ. καὶ δεσπόζουσι τῶν ἀνδρῶν αι γυναῖκες, καὶ οὔτε πολεμεῖν ἀνάγκη αὐταῖς οὔτε παῤ ἔπαλξιν ἑστάναι οὔτ᾿ ἐν ἐκκλησίᾳ διαφέρεσθαι οὔτ᾿ ἐν δικαστηρίοις ἐξετάζεσθαι. Οὐ γὰρ ἀκήκοας, ὦ Τειρεσία, τῆς Εὐριπίδου Μηδείας, οἱᾶ εἶπεν οἰκτείρουσα τὸ γυναικεῖον, ὡς ἀθλίας οὔσας καὶ ἀφόρητόν τινα τὸν ἐκ τῶν ὠδίνων πόνον ὑφισταμένας·

ἀτὰρ εἰπέ μοι, - ὑπέμνησε γάρ με τὰ τῆς Μηδείας ἰαμβεῖα - καὶ ἔτεκές ποτε, ὁπότε γυνὴ ἦσθα, ἢ στεῖρα καὶ ἄγονος διετέλεσας ἐν ἐκείνῳ τῷ βίῳ·

Τί τοῦτο, Μένιππε, ἐρωτᾷς· Οὐδὲν χαλεπόν, ὦ Τειρεσία: πλὴν ἀπόκρίναι, εἴ σοι ῥᾴδιον. Οὐ στεῖρα μὲν ἤμην, οὐκ ἔτεκον δ᾿ ὅλως. Ἱκανὸν τοῦτο: εἰ γὰρ καὶ μήτραν εἶχες, ἐβουλόμην εἰδέναι. Εἶχον δηλαδή. Χρόνῳ δέ σοι ἡ μήτρα ἠφανίσθη καὶ τὸ μόριον τὸ γυναικεῖον ἀπεφράγη καὶ οἱ μαστοὶ ἀπεσπάσθησαν καὶ τὸ ἀνδρεῖον ἀνέφυ καὶ πώγωνα ἐξήνεγκας, ἢ αὐτίκα ἐκ γυναικὸς ἀνὴρ ἀνεφάνης· Οὐχ ὁρῶ τί σοι βούλεται τὸ ἐρώτημα: δοκεῖς δ᾿ οὖν μοι ἀπιστεῖν, εἰ τοῦθ᾿ οὕτως ἐγένετο. δυνατά ἐστιν εἴτε καὶ μή, παραδέχεσθαι·

Σὺ οὖν οὐδὲ τὰ ἄλλα πιστεύεις οὕτω γενέσθαι, ὁπόταν ἀκούσῃς ὅτι ὄρνεα ἐκ γυναικῶν ἐγένοντό τινες ἢ δένδρα ἢ θηρία, τὴν Αἠδόνα ἢ τὴν Δάφνην ἢ τὴν τοῦ Λυκάονος θυγατέρα·

Ἤν που κἀκείναις ἐντύχω, εἴσομαι ὅ τι καὶ λέγουσι. σὺ δέ, ὦ βέλτιστε, ὁπότε γυνὴ ἦσθα, καὶ ἐμαντεύου τότε ὥσπερ καὶ ὕστερον, ἢ ἅμα ἀνὴρ καὶ μάντις ἔμαθες εἶναι· Ὁρᾷς· ἀγνοεῖς τὰ περὶ ἐμοῦ ἅπαντα, ὡς καὶ διέλυσά τινα ἔριν τῶν θεῶν, καὶ ἡ μὲν Ἥρα ἐπήρωσέ με, ὁ δὲ Ζεὺς παρεμυθήσατο τῇ μαντικῇ τὴν συμφοράν. Ἔτι ἔχῃ, ὦ Τειρεσία, τῶν ψευσμάτων· ἀλλὰ κατὰ τοὺς μάντεις τοῦτο ποιεῖς: ἔθος γὰρ ὑμῖν μηδὲν ὑγιὲς λέγειν.

상위

Lucian (루키아노스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION