- ἐγὼ μέν, ὦ Ζεῦ, εἰ καὶ τὸν Μῶμον αὐτὸν ἐπιστήσειας ἡμῖν δικαστήν, θαρροῦσα βαδιοῦμαι πρὸς τὴν ἐπίδειξιν τί γὰρ ἂν καὶ μωμήσαιτό μου· (Lucian, Dearum judicium, (no name) 2:1)
(루키아노스, Dearum judicium, (no name) 2:1)
- ἀλλὰ μὴ ἐπίδειξιν πλούτου σοι τὸ πρᾶγμα ἔχει καὶ βούλει τοῦτο ἐμφῆναι ἅπασιν, ὅτι καὶ εἰς τὰ μηδέν σοι χρήσιμα ὅμως ἐκ πολλῆς τῆς περιουσίας ἀναλίσκεις· (Lucian, Adversus indoctum et libros multos ementem, (no name) 19:3)
(루키아노스, Adversus indoctum et libros multos ementem, (no name) 19:3)
- ἡ δ ἀμοιβὴ οὐκ ἔπαινος τοῦ οἴκου μόνον - τοῦτο μὲν γὰρ ἴσως ἐκείνῳ τῷ νησιώτῃ μειρακίῳ ἔπρεπε, τὴν Μενελάου οἰκίαν ὑπερεκπεπλῆχθαι καὶ πρὸς τὰ ἐν οὐρανῷ καλὰ τὸν ἐλέφαντα καὶ τὸν χρυσὸν αὐτῆς ἀπεικάζειν, ἅτε μηδὲν ἐν γῇ καλόν τι ἄλλο ἑωρακότι - - ἀλλὰ καὶ τὸ εἰπεῖν ἐν αὐτῷ καὶ τοὺς βελτίστους συγκαλέσαντα λόγων ἐπίδειξιν ποιήσασθαι μέρος τοῦ ἐπαίνου καὶ τοῦτο γένοιτο ἄν. (Lucian, De Domo, (no name) 3:1)
(루키아노스, De Domo, (no name) 3:1)
- οὐδὲ γὰρ ἔμελε τοῖς Ἀρσακίδαις τῶν καλῶν οὐδὲ πρὸς τὸ τερπνὸν ἐποιοῦντο τὰς ἐπιδείξεις οὐδ ἐφρόντιζον εἰ ἐπαινέσονται οἱ θεαταί, ἀλλ ὅπως ἐκπλαγήσονται. (Lucian, De Domo, (no name) 5:2)
(루키아노스, De Domo, (no name) 5:2)
- ἕτερος δέ τις οὐκ ἀγεννὴς λόγος, ἀλλὰ καὶ πάνυ γενναῖος, ὥς φησι, καὶ μεταξύ μου λέγοντος ὑπέκρουε καὶ διακόπτειν ἐπειρᾶτο τὴν ῥῆσιν καὶ ἐπειδὴ πέπαυμαι, οὐκ ἀληθῆ ταῦτα λέγειν φησὶ με, ἀλλὰ θαυμάζειν, εἰ φάσκοιμι ἐπιτηδειότερον εἶναι πρὸς λόγων ἐπίδειξιν οἴκου κάλλος γραφῇ καὶ χρυσῷ κεκοσμημένον αὐτὸ γάρ που τοὐναντίον ἀποβαίνειν. (Lucian, De Domo, (no name) 14:1)
(루키아노스, De Domo, (no name) 14:1)
- ἡ δὲ πᾶσα τῷ ἔργῳ χορηγία ἡ παλαιὰ ἱστορία ἐστίν, ὡς προεῖπον, καὶ ἡ πρόχειρος αὐτῆς μνήμη τε καὶ μετ εὐπρεπείας ἐπίδειξις: (Lucian, De saltatione, (no name) 36:5)
(루키아노스, De saltatione, (no name) 36:5)
- ἐπὶ τούτοις δὲ τῆς συνεχείας τοῦ ἐξακοντισμοῦ μελέτη τε καὶ ἐπίδειξις ποιεῖται ἐκ τῶν ἱππέων οὐ πάντων - οὐ γὰρ πάντες ἐπιτήδειοι ἐς τήνδε τὴν ὀξύτητα - , ἀλλὰ γὰρ ὅσοι αὐτῶν ἄκροι ἐς ἱππικήν. (Arrian, chapter 40 11:1)
(아리아노스, chapter 40 11:1)
- τὸ δὲ μέγιστον, ἐπίδειξις ἔσται τὸ πρᾶγμα ὅστις ἂν ἄριστα χρήσαιτο τῷ πλούτῳ καὶ τῇ εὐχῇ: (Lucian, 29:6)
(루키아노스, 29:6)
- οὐδ αὖ πάλιν μείζων ἐπίδειξις ἀθέου γέγονε τῆς περὶ γονεῖς ὀλιγωρίας καὶ πλημμελείας: (Plutarch, De fraterno amore, section 4 1:2)
(플루타르코스, De fraterno amore, section 4 1:2)
- οὐδ αὖ πάλιν μείζων ἐπίδειξις ἀθέου γέγονε τῆς περὶ γονεῖς ὀλιγωρίας καὶ πλημμελείας: (Plutarch, De fraterno amore, section 4 4:1)
(플루타르코스, De fraterno amore, section 4 4:1)