호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτα τῶν περὶ τὸν Ἡρακλείδην δεομένων οἱ μὲν φίλοι παρεκελεύοντο τῷ Δίωνι μὴ φείδεσθαι κακῶν καὶ βασκάνων ἀνθρώπων, ἀλλὰ καὶ τοῖς στρατιώταις χαρίσασθαι τὸν Ἡρακλείδην καὶ τοῦ πολιτεύματος ἐξελεῖν δημοκοπίαν, ἐπιμανὲς νόσημα, τυραννίδος οὐκ ἔλαττον.? ὁ δὲ Δίων παραμυθούμενος αὐτοὺς ἔλεγεν ὡς τοῖς μὲν ἄλλοις στρατηγοῖς πρὸς ὅπλα καὶ πόλεμον ἡ πλείστη τῆς ἀσκήσεώς ἐστιν, αὐτῷ δὲ πολὺν χρόνον ἐν Ἀκαδημείᾳ μεμελέτηται θυμοῦ περιεῖναι καὶ φθόνου καὶ φιλονεικίας πάσης: ὧν ἐπίδειξίς ἐστιν οὐχ ἡ πρὸς φίλους καὶ χρηστοὺς μετριότης, ἀλλ εἴ τις ἀδικούμενος εὐπαραίτητος εἰή καὶ πρᾷος τοῖς ἁμαρτάνουσι:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기