호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
νυνὶ δὲ δι’ ἑνὸσ σοφιστοῦ καταλύουσι τὴν Διονυσίου τυραννίδα, συμπείσαντεσ αὐτὸν ἐκ τῶν μυρίων δορυφόρων ἀποδράντα, καὶ καταλιπόντα τὰσ τετρακοσίασ τριήρεισ καὶ τοὺσ μυρίουσ ἱππεῖσ καὶ τοὺσ πολλάκισ τοσούτουσ ὁπλίτασ, ἐν Ἀκαδημείᾳ τὸ σιωπώμενον ἀγαθὸν ζητεῖν καὶ διὰ γεωμετρίασ εὐδαίμονα γενέσθαι, τὴν ἐν ἀρχῇ καὶ χρήμασι καὶ τρυφαῖσ εὐδαιμονίαν Δίωνι καὶ τοῖσ Δίωνοσ ἀδελφιδοῖσ προέμενον. ἐκ τούτων ὑποψίασ πρῶτον, εἶτα καὶ φανερωτέρασ ὀργῆσ καὶ διαφορᾶσ γενομένησ, ἐκομίσθη τισ ἐπιστολὴ κρύφα πρὸσ Διονύσιον, ἣν ἐγεγράφει Δίων πρὸσ τοὺσ Καρχηδονίων ἐπιμελητάσ κελεύων, ὅταν Διονυσίῳ περὶ τῆσ εἰρήνησ διαλέγωνται, μὴ χωρὶσ αὐτοῦ ποιήσασθαι τὴν ἔντευξιν, ὡσ πάντα θησομένουσ ἀμεταπτώτωσ δι’ αὐτοῦ.
ταύτην ἀναγνοὺσ Διονύσιοσ Φιλίστῳ καὶ μετ’ ἐκείνου βουλευσάμενοσ, ὥσ φησι Τίμαιοσ, ὑπῆλθε τὸν Δίωνα πεπλασμέναισ διαλύσεσι·
καὶ μέτρια σκηψάμενοσ διαλλάττεσθαί τε φήσασ, μόνον τε ἀπαγαγὼν ὑπὸ τὴν ἀκρόπολιν πρὸσ τὴν θάλασσαν, ἔδειξε τὴν ἐπιστολὴν καὶ κατηγόρησεν ὡσ συνισταμένου μετὰ Καρχηδονίων ἐπ’ αὐτόν. ἀπολογεῖσθαι δὲ βουλομένου τοῦ Δίωνοσ οὐκ ἀνασχόμενοσ, ἀλλ’ εὐθὺσ, ὡσ εἶχεν, ἐνθέμενοσ εἰσ ἀκάτιον προσέταξε τοῖσ ναύταισ κομίζοντασ αὐτὸν ἐκθεῖναι πρὸσ τὴν Ἰταλίαν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기