호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐγὼ μέν, ὦ Ζεῦ, εἰ καὶ τὸν Μῶμον αὐτὸν ἐπιστήσειας ἡμῖν δικαστήν, θαρροῦσα βαδιοῦμαι πρὸς τὴν ἐπίδειξιν τί γὰρ ἂν καὶ μωμήσαιτό μου·? χρὴ δὲ καὶ ταύταις ἀρέσκειν τὸν ἄνθρωπον. ἐρασθῇς - ενδ. οὐδ ἡμεῖς, ὦ Ἀφροδίτη, δέδιμεν, οὐδ ἂν ὁ Ἄρης ὁ σὸς ἐπιτραπῇ τὴν δίαιταν: ἀλλὰ δεχόμεθα καὶ τοῦτον, ὅστις ἂν ᾖ, τὸν Πάριν. ἦ καὶ σοὶ ταῦτα, ὦ θύγατερ, συνδοκεῖ· τί φής· ἀποστρέφῃ καὶ ἐρυθριᾷς· ἔστι μὲν ἴδιον τὸ αἰδεῖσθαι τὰ τοιαῦτα ὑμῶν τῶν παρθένων ἐπινεύεις δ ὅμως. ἄπιτε οὖν καὶ μὴ χαλεπήνητε τῷ δικαστῇ αἱ νενικημέναι μηδὲ κακὸν ἐντρίψησθε τῷ νεανίσκῳ: οὐ γὰρ οἱό῀ν τε ἐπ ἴσης πάσας εἶναι καλάς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기