호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πλοῦτον δὲ γενέσθαι φασὶν ἐν Τριπόλῳ τῆσ Κρήτησ ἐκ Δήμητροσ καὶ Ιἀσίωνοσ, διττῶσ ἱστορουμένησ αὐτοῦ τῆσ γενέσεωσ. οἱ μὲν γάρ φασι τὴν γῆν σπαρεῖσαν ὑπὸ Ιἀσίωνοσ καὶ τυγχάνουσαν ἐπιμελείασ τῆσ προσηκούσησ ἀνεῖναι τοσοῦτο πλῆθοσ καρπῶν, ὥστε τοὺσ ἰδόντασ ἴδιον ὄνομα θέσθαι τῷ πλήθει τῶν γενομένων καρπῶν καὶ προσαγορεῦσαι πλοῦτον· διὸ καὶ τοῖσ ἐπιγινομένοισ παραδόσιμον γενέσθαι τὸ τοὺσ πλείω τῶν ἱκανῶν κτησαμένουσ ἔχειν πλοῦτον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기