호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἡρακλέα δὲ μυθολογοῦσιν ἐκ Διὸσ γενέσθαι παμπόλλοισ ἔτεσι πρότερον τοῦ γεννηθέντοσ ἐξ Ἀλκμήνησ. τοῦτον δὲ μητρὸσ μὲν μὴ παρειληφέναι τίνοσ ἦν, αὐτὸ δὲ μόνον ὅτι ῥώμῃ σώματοσ πολὺ τῶν ἁπάντων διενεγκὼν ἐπῆλθε τὴν οἰκουμένην, κολάζων μὲν τοὺσ ἀδίκουσ, ἀναιρῶν δὲ τὰ τὴν χώραν ἀοίκητον ποιοῦντα θηρία· πᾶσι δ’ ἀνθρώποισ τὴν ἐλευθερίαν περιποιήσασ ἀήττητοσ μὲν ἐγένετο καὶ ἄτρωτοσ, διὰ δὲ τὰσ εὐεργεσίασ ἀθανάτου τιμῆσ ἔτυχε παρ’ ἀνθρώποισ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기