호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ Κοίου μὲν καὶ Φοίβησ Λητὼ γενέσθαι, Ιἀπετοῦ δὲ Προμηθέα τὸν παραδεδομένον μὲν ὑπό τινων μυθογράφων ὅτι τὸ πῦρ κλέψασ παρὰ τῶν θεῶν ἔδωκε τοῖσ ἀνθρώποισ, πρὸσ δ’ ἀλήθειαν εὑρετὴν γενόμενον τῶν πυρείων, ἐξ ὧν ἐκκάεται τὸ πῦρ. τῶν δὲ Τιτανίδων φασὶ Μνημοσύνην λογισμοὺσ εὑρεῖν καὶ τὰσ τῶν ὀνομάτων θέσεισ ἑκάστῳ τῶν ὄντων τάξαι, δι’ ὧν καὶ δηλοῦμεν ἕκαστα καὶ πρὸσ ἀλλήλουσ ὁμιλοῦμεν·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기