호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὄντων χαλκοῦ καὶ χρυσοῦ καὶ ἀργύρου μετάλλων θαυμαστῶν, οἱ μὲν ἐργαζόμενοι τὰ χαλκουργεῖα τὸ τέταρτον μέροσ χαλκοῦ καθαροῦ ἐκ τῆσ ὀρυττομένησ γῆσ λαμβάνουσι, τῶν δ’ ἀργυρευόντων τινὲσ ἰδιωτῶν ἐν τρισὶν ἡμέραισ Εὐβοϊκὸν ἐξαίρουσι τάλαντον· πᾶσα γὰρ ἡ βῶλόσ ἐστι ψήγματοσ συμπεπηγότοσ καὶ ἀπολάμποντοσ μεστή. διὸ καὶ θαυμάσαι τισ ἂν τήν τε τῆσ χώρασ φύσιν καὶ τὴν φιλοπονίαν τῶν ἐργαζομένων αὐτὴν ἀνθρώπων.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기