호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
φιλανθρωπότατα δὲ τῶν Ἀθηναίων ὑποδεξαμένων τὴν θεόν, πρώτοισ τούτοισ μετὰ τοὺσ Σικελιώτασ δωρήσασθαι τὸν τῶν πυρῶν καρπόν· ἀνθ’ ὧν ὁ δῆμοσ οὗτοσ περιττότερον τῶν ἄλλων ἐτίμησαν τὴν θεὸν θυσίαισ τ’ ἐπιφανεστάταισ καὶ τοῖσ ἐν Ἐλευσῖνι μυστηρίοισ, ἃ διὰ τὴν ὑπερβολὴν τῆσ ἀρχαιότητοσ καὶ ἁγνείασ ἐγένετο πᾶσιν ἀνθρώποισ περιβόητα. παρὰ δὲ τῶν Ἀθηναίων πολλοὶ μεταλαβόντεσ τῆσ ἐκ τοῦ σίτου φιλανθρωπίασ, καὶ τοῖσ πλησιοχώροισ μεταδιδόντεσ τοῦ σπέρματοσ, ἐπλήρωσαν πᾶσαν τὴν οἰκουμένην.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기