호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἴπερ οὖν οἱ δοκιμώτατοι τῶν φιλοσόφων οὐδ ἐν ἀψύχοις καὶ ἀσωμάτοις πράγμασιν αἴνιγμα τοῦ θείου κατιδόντες·? ἰδιότητας ἀγαπητέον οὖν, οὐ ταῦτα τιμῶντας, ἀλλὰ διὰ τούτων τὸ θεῖον, ὡς ἐναργεστέρων ἐσόπτρων καὶ φύσει γεγονότων, ὡς ὄργανον ἢ τέχνην ἀεὶ τοῦ πάντα κοσμοῦντος·
θεοῦ νομίζειν:
καὶ ὅλως ἀξιοῦν γε μηδὲν ἄψυχον ἐμψύχου μηδ ἀναίσθητον αἰσθανομένου κρεῖττον εἶναι, μηδ ἂν τὸν σύμπαντά τις χρυσὸν ὁμοῦ καὶ σμάραγδον εἰς ταὐτὸ συμφορήσῃ. οὐκ ἐν χρόαις γὰρ οὐδ ἐν σχήμασιν οὐδ ἐν λειότησιν ἐγγίγνεται τὸ θεῖον, ἀλλ ἀτιμοτέραν ἔχει νεκρῶν μοῖραν, ὅσα μὴ μετέσχε, μηδὲ μετέχειν τοῦ ζῆν πέφυκεν. "ὅτῳ κυβερνᾶται τὸ σύμπαν" καθ Ἡράκλειτον.
ὅθεν οὐ χεῖρον ἐν τούτοις εἰκάζεται τὸ θεῖον ἢ χαλκοῖς καὶ λιθίνοις δημιουργήμασιν, ἃ φθορὰς μὲν ὁμοίως δέχεται καὶ ἐπιχρώσεις, αἰσθήσεως·
δὲ πάσης φύσει καὶ συνέσεως ἐστέρηται. μάλιστα τῶν λεγομένων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기