- 텍스트

Plutarch, De Iside et Osiride, section 56

(플루타르코스, De Iside et Osiride, section 56)

ἡ δὲ κρείττων καὶ θειοτέρα φύσις ἐκ τριῶν ἐστι, τοῦ νοητοῦ καὶ τῆς ὕλης καὶ τοῦ ἐκ τούτων, ὃν κόσμον Ἕλληνες ὀνομάζουσιν.? ὁ μὲν οὖν Πλάτων τὸ μὲν νοητὸν καὶ ἰδέαν καὶ παράδειγμα καὶ πατέρα, τὴν δ ὕλην καὶ μητέρα καὶ τιθήνην ἕδραν τε καὶ χώραν γενέσεως, τὸ δ ἐξ ἀμφοῖν ἔκγονον καὶ γένεσιν ὀνομάζειν εἰώθεν.

Αἰγυπτίους δ ἄν τις εἰκάσειε τῶν τριγώνων τὸ κάλλιστον μάλιστα τούτῳ τὴν τοῦ παντὸς φύσιν ὁμοιοῦντας, ὡς καὶ Πλάτων ἐν τῇ πολιτείᾳ δοκεῖ τούτῳ προσκεχρῆσθαι τὸ γαμήλιον διάγραμμα συντάττων.

τὴν βάσιν καὶ πέντε τὴν ὑποτείνουσαν ἴσον ταῖς περιεχούσαις δυναμένην.

εἰκαστέον οὖν τὴν μὲν πρὸς ὀρθὰς ἄρρενι, τὴν δὲ βάσιν θηλείᾳ, τὴν δ ὑποτείνουσαν ἀμφοῖν ἐκγόνῳ:

καὶ τὸν μὲν Ὄσιριν ὡς ἀρχήν, τὴν δ Ἶσιν ὡς ὑποδοχήν, τὸν δ Ὧρον ὡς ἀποτέλεσμα. τὰ μὲν γὰρ τρία πρῶτος περισσὸς ἐστι καὶ τέλειος: τὰ δὲ τέτταρα τετράγωνος ἀπὸ πλευρᾶς ἀρτίου τῆς δυάδος:

τὰ δὲ πέντε πῆ μὲν τῷ πατρὶ πῆ δὲ τῇ μητρὶ προσέοικεν, ἐκ τριάδος συγκείμενα καὶ δυάδος. καὶ τὰ πάντα τῶν πέντε γέγονε παρώνυμα, καὶ τὸ ἀριθμήσασθαι πεμπάσασθαι λέγουσιν. ποιεῖ δὲ τετράγωνον ἡ πεντὰς ἀφ ἑαυτῆς, ὅσον τῶν γραμμάτων παρ Αἰγυπτίοις τὸ πλῆθός ἐστι, καὶ ὅσων ἐνιαυτῶν ἔζη χρόνον ὁ Ἆπις.

τὸν μὲν οὖν Ὧρον εἰώθασι καὶ Μὶν προσαγορεύειν, ὅπερ ἐστὶν ὁρώμενον:

αἰσθητὸν γὰρ καὶ ὁρατὸν ὁ κόσμος. ἡ δ Ἶσις ἔστιν ὅτε καὶ Μοὺθ καὶ πάλιν Ἄθυρι καὶ Μεθύερ προσαγορεύεται σημαίνουσι δὲ τῷ μὲν πρώτῳ τῶν ὀνομάτων μητέρα: τῷ δὲ δευτέρῳ οἶκον Ὥρου κόσμιον, ὡς καὶ Πλάτων χώραν γενέσεως καὶ δεξαμενήν:

τὸ δὲ τρίτον σύνθετόν ἐστιν ἔκ τε τοῦ πλήρους καὶ τοῦ αἰτίου:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION