- 텍스트

Plutarch, De Iside et Osiride, section 55

(플루타르코스, De Iside et Osiride, section 55)

ὁ δ :? Ὧρος οὗτος αὐτός ἐστιν ὡρισμένος καὶ τέλειος, οὐκ ἀνῃρηκὼς τὸν Τυφῶνα παντάπασιν, ἀλλὰ τὸ δραστήριον καὶ ἰσχυρὸν αὐτοῦ παρῃρημένος ὅθεν ἐν Κοπτῷ τὸ ἄγαλμα τοῦ Ὥρου λέγουσιν ἐν τῇ ἑτέρᾳ χειρὶ Τυφῶνος αἰδοῖα κατέχειν: νεῦρα χορδαῖς χρήσασθαι, διδάσκοντες ὡς τὸ πᾶν ὁ λόγος διαρμοσάμενος σύμφωνον ἐξ ἀσυμφώνων μερῶν ἐποίησε, καὶ τὴν φθαρτικὴν οὐκ ἀπώλεσεν ἀλλ ἀνεπήρωσε δύναμιν.

ὅθεν ἐκεῖ μὲν ἀσθενὴς καὶ ἀδρανής, ἐνταῦθα δὲ φυρομένη καὶ προσπλεκομένη τοῖς παθητικοῖς καὶ μεταβολικοῖς μέρεσι, σεισμῶν μὲν ἐν γῇ καὶ τρόμων, αὐχμῶν δ ἐν ἀέρι καὶ πνευμάτων ἀτόπων, αὖθις δὲ πρηστήρων καὶ κεραυνῶν δημιουργός·

ἐστι.

φαρμάττει δὲ καὶ λοιμοῖς ὕδατα καὶ πνεύματα, καὶ μέχρι σελήνης· τὸ λαμπρόν, ὡς Αἰγύπτιοι νομίζουσι καὶ λέγουσιν, ὅτι τοῦ Ὥρου νῦν μὲν ἐπάταξε, νῦν δ ἐξελὼν κατέπιεν ὁ Τυφὼν τὸν ὀφθαλμόν, εἶτα τῷ ἡλίῳ πάλιν ἀπέδωκε:

ὁ ἥλιος ἰᾶται διαφυγούσῃ τὴν σκιὰν τῆς γῆς εὐθὺς ἀντιλάμπων.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION