- 텍스트

Plutarch, De Iside et Osiride, section 52

(플루타르코스, De Iside et Osiride, section 52)

ἐν δὲ τοῖς ἱεροῖς ὕμνοις τοῦ Ὀσίριδος ἀνακαλοῦνται τὸν ἐν ταῖς ἀγκάλαις κρυπτόμενον τοῦ ἡλίου, καὶ τῇ τριακάδι τοῦ Ἐπιφὶ μηνὸς ἑορτάζουσιν ὀφθαλμῶν Ὥρου γενέθλιον, ὅτε σελήνη καὶ ἥλιος ἐπὶ μιᾶς εὐθείας γεγόνασιν, ὡς οὐ μόνον τὴν σελήνην ἀλλὰ καὶ τὸν ἥλιον ὄμμα τοῦ Ὥρου καὶ φῶς ἡγούμενοι.? ἡλίου γενέθλιον ἄγουσι, μετὰ φθινοπωρινὴν ἰσημερίαν, ἐμφαίνοντες οἱο῀ν ὑπερείσματος δεῖσθαι καὶ ῥώσεως, τῷ τε θερμῷ γιγνόμενον καὶ τῷ φωτὶ ἐνδεᾶ, κλινόμενον καὶ πλάγιον ἀφ ἡμῶν φερόμενον.

ἔτι δὲ τὴν βοῦν ὑπὸ τροπὰς χειμερινὰς περὶ τὸν ναὸν περιφέρουσι καὶ καλεῖται ζήτησις Ὀσίριδος ἡ περιδρομή, τοῦ ἡλίου τὸ ὕδωρ χειμῶνος τῆς θεοῦ ποθούσης:

τοσαυτάκις δὲ περίεισιν, ὅτι τὴν ἀπὸ τροπῶν χειμερινῶν ἐπὶ τροπὰς θερινὰς πάροδον ἑβδόμῳ μηνὶ συμπεραίνει.

ἡλίῳ τετράδι μηνὸς ἱσταμένου πάντων πρῶτος Ὧρος ὁ Ἴσιδος, ὡς ἐν τοῖς ἐπιγραφομένοις Γενεθλίοις Ὥρου γέγραπται.

καὶ μὴν ἡμέρας ἑκάστης τριχῶς ἐπιθυμιῶσι τῷ ἡλίῳ, ῥητίνην μὲν ὑπὸ τὰς ἀνατολάς, σμύρναν δὲ μεσουρανοῦντι, τὸ δὲ καλούμενον κῦφι περὶ δυσμάς:

ὧν ἕκαστον ὃν ἔχει λόγον, ὕστερον ἀφηγήσομαι.

τὸν δ ἥλιον πᾶσι τούτοις προστρέπεσθαι καὶ θεραπεύειν οἰόνται. καὶ τί δεῖ πολλὰ τοιαῦτα συνάγειν· εἰσὶ γὰρ οἱ τὸν Ὄσιριν ἄντικρυς ἣλιον εἶναι καὶ ὀνομάζεσθαι Σείριον ὑφ Ἑλλήνων λέγοντες, εἰ καὶ παρ Αἰγυπτίοις ἡ πρόθεσις τοῦ ἄρθρου τοὔνομα πεποίηκεν ἀμφιγνοεῖσθαι, τὴν δ Ἶσιν οὐχ ἑτέραν τῆς σελήνης ἀποφαίνοντες: ὅθεν καὶ τῶν ἀγαλμάτων αὐτῆς τὰ μὲν κερασφόρα τοῦ μηνοειδοῦς:

γεγονέναι μιμήματα, τοῖς δὲ μελανοστόλοις ἐμφαίνεσθαι τὰς κρύψεις καὶ τοὺς περισκιασμοὺς ἐν οἷς διώκει ποθοῦσα τὸν ἣλιον.

διὸ καὶ πρὸς τὰ ἐρωτικὰ τὴν σελήνην ἐπικαλοῦνται, καὶ τὴν Ἶσιν Εὔδοξός φησι βραβεύειν τὰ ἐρωτικά. καὶ τούτοις μὲν ἁμωσγέπως τοῦ πιθανοῦ μέτεστι, τῶν δὲ Τυφῶνα ποιούντων τὸν ἥλιον οὐδ ἀκούειν ἄξιον. ἀλλ ἡμεῖς αὖθις τὸν οἰκεῖον ἀναλάβωμεν λόγον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION