- 텍스트

Plutarch, De Iside et Osiride, section 51

(플루타르코스, De Iside et Osiride, section 51)

καλῶν, ἐοίκε τῷ μὲν ὑπάτῳ τὸ κράτος αὐτοῦ, τῷ δὲ μήστωρι τὴν εὐβουλίαν καὶ τὴν φρόνησιν σημαίνειν γράφουσι δὲ καὶ ἱέρακι τὸν θεὸν τοῦτον πολλάκις:? εὐτονίᾳ γὰρ ὄψεως ὑπερβάλλει καὶ πτήσεως ὀξύτητι, καὶ διοικεῖν αὑτὸν ἐλαχίστῃ τροφῇ πέφυκε.

λέγεται δὲ καὶ νεκρῶν ἀτάφων σώμασι γῆν ὑπερπετόμενος ἐπιβάλλειν ὅταν δὲ πιόμενος:

ἐπὶ τὸν ποταμὸν καταίρῃ, τὸ πτερὸν ἵστησιν ὀρθόν: πιὼν δὲ κλίνει τοῦτο πάλιν:

ᾧ δῆλός ἐστι σεσωσμένος καὶ διαπεφευγὼς τὸν κροκόδειλον ἂν γὰρ ἁρπασθῇ, μένει τὸ πτερὸν ὥσπερ ἔστη πεπηγός. πανταχοῦ δὲ καὶ ἀνθρωπόμορφον Ὀσίριδος ἄγαλμα δεικνύουσιν, ἐξορθιάζον τῷ αἰδοίῳ διὰ τὸ γόνιμον καὶ τὸ τρόφιμον. ἀμπεχόνῃ δὲ φλογοειδεῖ στέλλουσιν αὐτοῦ τὰς εἰκόνας, ἥλιον σῶμα τῆς τἀγαθοῦ δυνάμεως ὡς ὁρατὸν οὐσίας νοητῆς ἡγούμενοι.

διὸ καὶ καταφρονεῖν ἄξιόν ἐστι τῶν τὴν ἡλίου σφαῖραν Τυφῶνι προσνεμόντων, ᾧ λαμπρὸν οὐδὲν οὐδὲ σωτήριον οὐδὲ τάξις οὐδὲ γένεσις οὐδὲ κίνησις μέτρον ἔχουσα καὶ λόγον, ἀλλὰ τἀναντία προσήκει:

καθ ὡρ´αν κεραννυμένων πνευμάτων καὶ ὑδάτων, ὅταν ἡ τῆς ἀτάκτου καὶ ἀορίστου δυνάμεως ἀρχὴ πλημμελήσασα κατασβέσῃ τὰς ἀναθυμιάσεις.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION